# De Fluviis 3-5

Pseudo-Plutarch, De Fluviis, VII. ΠΑΚΤΩΛΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/3-5

3. Γεννᾶται δʼ ἐν αὐτῷ καὶ λίθος ἀρουραφύλαξ καλούμενος ἔστι δὲ ἀργύρῳ παρόμοιος· εὑρίσκεται δὲ δυσχερῶς τῷ καταφερομένῳ ψήγματι συναναμιγνύμενος· ἔχει δὲ δύναμιν τοιαύτην. Οἱ ἐν ἐξοχῇ τυγχάνοντες τῶν Λυδῶν συναγοράζουσιν αὐτὸν καὶ πρὸ τῆς εἰσόδου τῶν θησαυρῶν τιθέασι, καὶ διαφυλάττουσιν ἀκινδύνως τὸν διατιθέμενον χρυσόν. Ὁσάκις γὰρ ἂν φῶρες ἐπέλθωσι, σάλπιγγος ᾔχον ἀναδίδωσιν ὁ λίθος. Οἱ δὲ, ὡς ὑπὸ δορυφόρων διωκόμενοι, κατὰ κρημνῶν φέρονται. Καὶ καλεῖται ὁ τόπος τῶν βιαιοθανατησάντων Πακτωλοῦ φρουρά.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
