# De Fluviis 3-9

Pseudo-Plutarch, De Fluviis, XVI. ΝΕΙΛΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/3-9

3. Παράκειται δὲ αὐτῷ ὄρος, Ἄργιλλον καλούμενον ἀπ᾿ αἰτίας τοιαύτης. Ζεὺς δι᾿ ἐρωτικὴν ἐπιθυμίαν ἐκ Λύκτου πόλεως Κρητικῆς Ἄργην νύμφην ἁρπάσας ἀπήνεγκεν εἰς ὄρος τῆς Αἰγύπτου, Ἄργιλλον καλούμενον· καὶ ἐγέννησεν ἐξ αὐτῆς υἱὸν, καλούμενον Διόνυσον· ὃς ἀκμάσας εἰς τιμὴν τῆς μητρὸς τὸν λόφον Ἄργιλλον μετωνόμασεν· στρατολογήσας δὲ Πᾶνας καὶ Σατύρους ἰδίοις σκήπτροις Ἰνδοὺς ὑπέταξεν νικήσας δὲ καὶ Ἰβηρίαν, Πᾶνα κατέλιπεν ἐπιμελητὴν τῶν τόπων, ὃς τὴν χώραν ἀπ᾿ αὐτοῦ Πανίαν μενωνόμασεν· ἣν οἱ μεταγενέστεροι παραγώγως Σπανίαν προσηγόρευσαν, καθὼς ἱστορεῖ Σωσθένης ἐν ιγ´ Ἰβηρικῶν.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
