# De Fluviis 5-3

Pseudo-Plutarch, De Fluviis, XIV. ΤΑΝΑΙΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/5-3

5. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη, τῇ διαλέκτῳ τῶν βαρβάρων φρίξα καλουμένη, ὅπερ μεθερμηνευόμενόν ἐστιν μισοπόνηρος· πηγάνῳ δέ ἐστι παρόμοιος, ἣν οἱ πρόγονοι κρατοῦντες, οὐδὲν ὑπὸ μητρυιῶν ἀδικοῦνται μάλιστα δὲ φύεται παρὰ Βορέου προσαγορευόμενον ἄντρον. Συλλεγομένη δʼ ἐστὶ ψυχροτέρα χιόνος· ὅταν δέ τινι ἐκ μητρυιᾶς ἐπιβουλὴ γένηται, φλόγας ἀναδίδωσι· καὶ τοῦτο σύσσημον ἔχοντες οἱ φοβούμενοι τὰς ἐπιγεγαμημένας, ἐκκλίνουσι τῶν ἐπικειμένων φόβων τὰς ἀνάγκας, καθὼς ἱστορεῖ Ἀγάθων ὁ Σάμιος ἐν β΄ Σκυθικῶν.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
