# De Fluviis 5

Pseudo-Plutarch, De Fluviis, ΠΛΟΥΤΑΡΧΟΥ ΠΕΡΙ ΠΟΤΑΜΩΝ ΚΑΙ ΟΡΩΝ ΕΠΩΝΥΜΙΑΣ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟΙΣ ΕΥΡΙΣΚΟΜΕΝΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/5

5. Παράκειται δὲ αὐτῷ ὄρος Ἐλέφας καλούμενον δι᾿ αἰτίαν τοιαύτην· Ἀλεξάνδρου τοῦ Μακεδόνος μετὰ στρατεύματος εἰς Ἰνδίαν ἐλθόντος καὶ τῶν ἐγχωρίων κρίσιν ἐχόντων ἀντιπολεμεῖν αὐτῷ, Πώρου τοῦ βασιλέως τῶν τόπων ἐλέφας αἰφνιδίως οἰστροπλὴξ γενόμενος ἐπὶ τὸν Ἡλίου λόφον ἀνέβη καὶ ἀνθρωπίνῃ φωνῇ χρησάμενος εἶπεν· Δέσποτα βασιλεῦ, τὸ γένος ἀπὸ Τηγασίου κατάγων, μηδὲν ἐξ ἐναντίας Ἀλεξάνδρου ποιήσῃς Διὸς γάρ ἐστιν Γηγάσιος. Καὶ τελέσας τὸν λόγον ἔθανεν. Ἀκούσας δὲ τούτων ὁ Πῶρος ψοφοδεὴς τοῖς Ἀλεξάνδρου γόνασιν προσέπεσεν εἰρήνην αἰτούμενος· τυχὼν δὲ ὧν ἤθελεν, τὸ ὄρος Ἐλέφαντα μετωνόμασεν, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ´ περὶ Ὀρῶν.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
