# De Fluviis 8-13

Pseudo-Plutarch, De Fluviis, 8 to 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-plutarch/de-fluviis/8

8. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος κορύβας καλούμενος, τῇ χρόᾳ κοραξός· ὃν ἐὰν εὕρῃς καὶ ἔχῃς ἐν τῷ σώματι περικείμενον, κατʼ οὐδὲν φοβῇ τὰς τετρατώδεις ὄψεις. 9. Τὸ δ᾿ ὄρος Ἀπέσαντος τοῦ Ἀκρισίου. Κυνηγετῶν γὰρ κατʼ ἐκεῖνον τὸν τόπον καὶ πατήσας ἑρπετὸν δηλητήριον ἐτελεύτησεν· ὁ δὲ βασιλεὺς τὸν υἱὸν θάψας λόφον Ἀπέσαντον μετωνόμασεν, καλούμενον Σελινούντιον. 10. Ὅρος δὲ Κοκκύγιον διωνομάσθη διʼ αἰτίαν τοιαύτην. Ζεὺς Ἥρας τῆς ἀδελφῆς ἐρασθεὶς καὶ δυσωπούμενος τὴν ἀγαπωμένην ἐγέννησιν ἐξ αὐτῆς Ἄρη· τὸ γʼ οὖν καλούμενον ὄρὸς Λυρκτήιον ἀπὸ τοῦ συγκυρήματος Κοκκύγιον ὠνομάσθη, καθὼς ἱστορεῖ Ἀγαθώνυμος ἐν Περσηίδι. 11. Φύεται δὲ ἐν αὐτῷ δένδρον, παλίνουρος καλούμενον· ἐφʼ ᾧ ἄν τι καθίση τῶν ἀλόγων ζώων, ὡς ὑπὸ ἰξοῦ κατέχεται, πάρεξ κόκκυγος τούτου γὰρ φείδεται· καθὼς Κτησιφῶν ἐν α΄ περὶ Δένδρων. 12. Ἀθηναῖον δὲ ὄρος ἔλαβε τὴν προσηγορίαν ἀπὸ Ἀθηνᾶς μετὰ γὰρ τὴν τοῦ Ἰλίου πόρθησιν Διομήδης εἰς Ἄργος ὑποστρέψας, εἰς τὸν Κεραύνιον ἀνέβη λόφον καὶ τέμενος Ἀθηνᾶς κατασκευάσας τὸ ὄρος ἀπὸ τῆς θεᾶς Ἀθηναῖον μετωνόμασεν. 13. Γεννᾶται δʼ ἐν τῇ ἀκρωρεία ῥίζα παρόμοιος πηγάνῳ ἣν ἐὰν γυνὴ φάγῃ τις κατʼ ἄγνοιαν, ἐμμανης γίνεται· καλεῖται δὲ Ἀδράστεια, καθὼς ἱστορεῖ Πλησίμαχος ἐν β΄ Νόστων.

---

Pseudo-Plutarch, De Fluviis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0094.tlg001.local001/.
