Ancient Greek · ~2 min
1.Περὶ τομῆς σωμάτων. to 1.Περὶ μίξεως καὶ κράσεως.
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 1.Περὶ τομῆς σωμάτων.-1.Περὶ μίξεως καὶ κράσεως.
Not analysed yet
οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ τὰ σώματα καὶ τμητὰ εἰς ἄπειρον. οἱ τὰς ἀτόμους περὶ τὰ ἀμερῆ ἵστασθαι καὶ μὴ εἰς ἄπειρον εἶναι τὴν τομήν. Ἀριστοτέλης δυνάμει μὲν εἰς ἄπειρον ἐντελεχείᾳ δ’ οὐδαμῶς. οἱ μὲν ἀρχαῖοι τὰς τῶν στοιχείων μίξεις κατʼ ἀλλοίωσιν. οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν. Ἐμπεδοκλῆς δʼ ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων. Πλάτων τὰ μὲν τρία σώματα ʽοὐ γὰρ θέλει κυρίως αὐτὰ εἶναι στοιχεῖα ἢ προσονομάζεινʼ τρεπτὰ εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ· τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον.