Ancient Greek · ~20 min
Book 1
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 1.Τίς Τίς ὁ θεός..1
Not analysed yet
ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δʼ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναῖος αἰνίττεται ἐν τοῖς Ἰάμβοις γράφων εἰς τὸ πρὸ τείχευς ἱερὸν ἁλέες δεῦτε, οὗ τὸν πάλαι χάγκεον ὁ πλάσας Ζᾶνα γέρων ἀλαζὼν ἄδικα βιβλία ψήχει ταῦτʼ ἔστι τὰ περὶ τοῦ μὴ εἶναι θεούς. καὶ Εὐριπίδης δʼ ὁ τραγῳδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον· ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτῃ τῇ γνώμῃ ἦν γάρ χρόνος φησὶν ὅτʼ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θʼ ὑπηρέτης· ἔπειτα φησὶ τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῇ· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἐδύνατο κρύφα δʼ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς δεῖ ψευδεῖ λόγῳ τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ, ὃς ταῦτʼ ἀκούει καὶ βλέπει φρονεῖ τʼ ἄγαν. ἀναιρείσθω γάρ, φησίν, ὁ ποιητικὸς λῆρος σὺν Καλλιμάχῳ τῷ λέγοντι εἰ θεὸν οἶσθα, ἴσθʼ ὅτι καὶ ῥέξαι δαίμονι πᾶν δυνατόν οὐδὲ γὰρ ὁ θεὸς δύναται πᾶν ποιεῖν· ἐπεί τοί γε, εἰ θεὸς ἔστι, ποιείτω τὴν χιόνα μέλαιναν τὸ δὲ πῦρ ψυχρὸν τὸ δὲ καθήμενον ὀρθὸν καὶ τὸ ἐναντίον. καὶ γὰρ Πλάτων ὁ μεγαλόφωνος εἰπών ὁ θεὸς ἔπλασε τὸν κόσμον πρὸς ἑαυτὸν ὑπόδειγμα ὄζει λήρου βεκκεσελήνου, κατά γε τοὺς τῆς ἀρχαίας κωμῳδίας ποιητάς πῶς γὰρ αὑτῷ ἀτενίζων ἔπλασεν; ἢ πῶς σφαιροειδῆ τὸν θεόν, ὄντα ταπεινότερον ἀνθρώπου; ὁ δʼ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατʼ ἀρχὰς τὰ σώματα, νοῦς δʼ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα ἀτάκτως δὲ κινούμενα διὸ καὶ ὁ θεός, φησίν, ἐπιστήσας ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησε ταῦτα. κοινῶς οὖν ἁμαρτάνουσιν ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων ἢ καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον συμπεπληρωμένον τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὂν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων· κακοδαίμων δʼ ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν. καὶ πάλιν ὁ θεὸς ὃν λέγουσιν ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτʼ ἦν ἀκίνητα τὰ σώματα, ἢ ἀτάκτως ἐκινεῖτο ἢ ἐκοιμᾶτο ἢ ἐγρηγόρει ἢ οὐδέτερον τούτων. καὶ οὔτε τὸ πρῶτον ἔστι δἐξασθαι, ὁ γὰρ θεὸς αἰώνιος· οὔτε τὸ δεύτερον, εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεός, ἐτεθνήκει αἰώνιος γὰρ ὕπνος ὁ θάνατός ἐστιν · ἀλλʼ οὐδὲ δεκτικὸς ὕπνου θεός, τὸ γὰρ ἀθάνατον τοῦ θεοῦ καὶ τὸ ἐγγὺς θανάτου πολὺ κεχώρισται. εἰ δʼ ἦν ὁ θεὸς ἐγρηγορώς, ἤτοι ἐνέλειπεν εἰς εὐδαιμονίαν ἢ ἐπεπλήρωτο ἐν μακαριότητι· καὶ οὔτε κατὰ τὸ πρῶτον μακάριός ἐστιν ὁ θεός, τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον, μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δέ, εἴπερ ὁ θεὸς ἔστι καὶ τῇ τούτου φροντίδι τὰ κατʼ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ τὸ δʼ ἀστεῖον τἀναντία πάσχει; Ἀγαμέμνων τε γάρ ἀμφότερον βασιλεὺς τʼ ἀγαθὸς κρατερὸς τʼ αἰχμητής. ὑπὸ μοιχοῦ καὶ μοιχάδος ἡττηθεὶς ἐδολοφονήθη καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθάρας ὑπὸ Δηιανείρας φαρμακευθεὶς ἐδολοφονήθη. Θαλῆς νοῦν τοῦ κόσμου θεόν. Ἀναξίμανδρος τοὺς ἀπείρους οὐρανοὺς θεούς. Δημόκριτος νοῦν τὸν θεὸν ἑν πυρὶ σφαιροειδεῖ. Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν. Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δʼ ἀόριστον δυάδα δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος, ἔστι δὲ καὶ ὁ ὁρατὸς κόσμος. Σωκράτης καὶ Πλάτων τὸ ἕν, τὸ μονοφυὲς καὶ αὐτοφυὲς τὸ μοναδικόν, τὸ ὄντως ἀγαθὸν πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τουτέστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον. Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χω ριστὸν ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἣτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπʼ αὐτοῦ καλούμενον διῃρημένου δὲ τούτου κατὰ σφαίρας, τῇ μὲν φύσει συναφεῖς τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος αἴτιος τῆς κινήσεως κατʼ ἐνέργειαν. οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθʼ οὓς ἕκαστα καθʼ εἱμαρμένην γίνεται · καὶ πνεῦμα μὲν διῆκον διʼ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον διὰ τὰς τῆς ὕλης, διʼ ἧς κεχώρηκε, παραλλάξεις· θεὸν δʼ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· τὸν δʼ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι. Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν πάντας τοὺς θεούς, λόγῳ δὲ πάντας τούτους θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως· ὁ δʼ αὐτὸς ἄλλως τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα τὸ κενὸν τὸ ἄπειρον τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα.