Ancient Greek · ~2 min
Book 2
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Περὶ ἐμφάσεως αὐτῆς, διὰ τί γεώδης φαίνεται.
Not analysed yet
οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην, διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρʼ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν· εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπʼ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει. Ἀναξαγόρας ἀνωμαλότητα τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα. οἱ Στωικοὶ διὰ τὸ ἑτεροειδὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.