Ancient Greek · ~2 min
Book 2
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Περὶ ἐνιαυτοῦ, πόσος ἑκάστου τῶν πλανητῶν χρόνος, καὶ τίς ὁ μέγας ἐνιαυτός.
Not analysed yet
ἐνιαυτός ἐστι Κρόνου μὲν, ἐνιαυτῶν περίοδος λʼ, Διὸς δὲ ιβʼ. Ἄρεος δυεῖν· ἡλίου ιβʼ μῆνες· οἱ δʼ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ σελήνης ἡμέραι λʼ· οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον. τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται οἱ δʼ ἐν τῇ ἐννεακαιδεκαετηρίδι οἱ δʼ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν· Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν ἡλιακῶν Διογένης ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων ὅσων ὁ κατὰ Ἡράκλειτον ἐνιαυτός. ἄλλοι δὲ διʼ ἑπτακισχιλίων ψοζʼ.