Ancient Greek · ~1 min
Book 2
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 2.Πόθεν τρέφεται ὁ κόσμος.
Not analysed yet
Ἀριστοτέλης· εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς τινος ἐπιδεῖται τροφῆς· διὰ τοῦτο καὶ ἀίδιος. Πλάτων αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι. Φιλόλαος διττὴν εἶναι τὴν φθοράν, τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δʼ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου.