Ancient Greek · ~4 min
Book 4
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 4.Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἠχὼ γίνεται.
Not analysed yet
Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον· οὐ γὰρ τὸν ἀέρα, ἀλλὰ τὸ σχῆμα τὸ περὶ τὸν ἀέρα καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν πλῆξιν γίνεσθαι φωνήν· πᾶσα δʼ ἐπιφάνεια ἀσώματος. συγκινεῖται μὲν γὰρ τοῖς σώμασιν αὐτὴ δʼ ἀσώματος πάντως καθέστηκεν, ὥσπερ ἐπὶ τῆς καμπτομένης ῥάβδου ἡ μὲν ἐπιφάνεια οὐδὲν πάσχει ἡ δʼ ὕλη ἐστὶν ἡ καμπτομένη. οἱ δὲ Στωικοὶ σῶμα τὴν φωνήν· πᾶν γὰρ τὸ δρῶν ἢ καὶ ποιοῦν σῶμα, ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ ἀκοῇ ,· καὶ ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν. ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι, κινεῖ δʼ ἡμᾶς ἡ εὐμουσία ἐνοχλεῖ δʼ ἡ ἀμουσία. ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι· κινεῖται δʼ ἡ φωνὴ καὶ προσπίπτει εἰς τοὺς λείους τόπους καὶ ἀντανακλᾶται, καθάπερ ἐπὶ τῆς σφαίρας τῆς βαλλομένης εἰς τοῖχον ἐν γοῦν ταῖς κατʼ Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται.