Ancient Greek · ~3 min
Book 4
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 4.Περὶ αἰσθήσεων καὶ αἰσθητῶν.
Not analysed yet
οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν αἴσθησίς ἐστιν ἀντίληψις διʼ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία ἡ καταληπτικὴ διʼ αἰσθητηρίου γίνονται, καὶ · αὐτὸ τὸ ἡγεμονικόν, ἀφʼ οὗ συνίσταται. πάλιν δʼ αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα. Ἐπίκουρος· τὸ μόριόν ἐστιν ἡ αἴσθησις ἥτις ἐστὶν ἡ δύναμις, καὶ τὸ ἐπαίσθημα ὅπερ ἐστὶ τὸ ἐνέργημα ὥστε διχῶς παρʼ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν αἰσθητὸν δὲ τὸ ἐνέργημα. Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός,· ἡ μὲν γὰρ δύναμις ψυχῆς τὸ δʼ ὄργανον σώματος ἄμφω δὲ· διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν γίνεται. Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου.