Ancient Greek · ~3 min
Book 4
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 4.Περὶ κατοπτρικῶν ἐμφάσεων.
Not analysed yet
Ἐμπεδοκλῆς κατʼ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ κατόπτρου τελειουμένας δʼ ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκείμενον ἀέρα, εἰς ὃν φέρεται τὰ ῥεύματα, συμμεταφέροντος. Δημόκριτος Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατʼ εἰδώλων ὑποστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφʼ ἡμῶν συνίστασθαι δʼ ἐπὶ τοῦ κατόπτρου κατʼ ἀντιπεριστροφήν, οἱ ἀπὸ Πυθαγόρου κατʼ ἀντανακλάσεις τῆς ὂψεως· φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφʼ ἑαυτήν, ὅμοιόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ. δύναταί τις πᾶσι τούτοις τοῖς κεφαλαίοις χρῆσθαι ἐπὶ τοῦ πῶς ὁρῶμεν.