Ancient Greek · ~3 min
Book 4
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 4.Περὶ μερῶν ψυχῆς.
Not analysed yet
Πυθαγόρας Πλάτων κατὰ μὲν τὸν ἀνωτάτω λόγον διμερῆ τὴν ψυχήν, τὸ μὲν γὰρ ἔχει λογικὸν τὸ δʼ ἄλογον κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τριμερῆ, τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. οἱ Στωικοὶ ἐξ ὀκτὼ μερῶν φασι συνεστάναι, πέντε μὲν τῶν αἰσθητικῶν, ὁρατικοῦ ἀκουστικοῦ ὀσφρητικοῦ γευστικοῦ ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου δὲ σπερματικοῦ, ὀγδόου δʼ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφʼ οὗ ταῦτα πάντα ἐπιτέταται διὰ τῶν οἰκείων ὀργάνων προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτάναις. Δημόκριτος Ἐπίκουρος διμερῆ τὴν ψυχήν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δʼ ἄλογον καθʼ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον. ὁ δὲ Δημόκριτος πάντα μετέχειν φησὶ ψυχῆς ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων· διότι ἀεὶ διαφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος διαπνεομένου.