Ancient Greek · ~2 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Πῶς γίνεται πυρετός, καὶ εἰ ἐπιγέννημά ἐστι.
Not analysed yet
Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν οὕτως· πυρετὸς ἐστι κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον· καθάπερ γὰρ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δʼ ἐμπνέοντος βιαίου παρὰ φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τῶν πνευμάτων, πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα, ἀρέσκει δʼ αὐτῷ καὶ ἐπιγέννημα εἶναι ὁ πυρετὸς . Διοκλῆς δέ φησιν· ὄψις ἀδήλων τὰ φαινόμενα ἐστι δέ, οἷς φαινομένοις ὁρᾶται ὁ πυρετὸς ἐπιγενόμενος, τραύματα καὶ φλεγμοναὶ καὶ βουβῶνες.