Ancient Greek · ~3 min
Book 5
Pseudo-Plutarch, Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων 5.Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες.
Not analysed yet
οἱ ἰατροὶ στεῖραι γίνεσθαι παρὰ τὴν μήτραν ἢ παρὰ τὸ πυκνοτέραν εἶναι ἢ παρὰ τὸ ἀραιοτέραν ἢ παρὰ τὸ σκληροτέραν ἢ παρά τινας ἐπιπωρώσεις ἢ σαρκώσεις ἢ παρὰ μικροθυμίαν ἢ παρʼ ἀτροφίαν ἢ παρὰ καχεξίαν ἢ παρὰ τὸ διαστρέφεσθαι τὸν σχηματισμὸν ἢ διὰ παρασπασμόν. Διοκλῆς ἀγόνους τοὺς ἄνδρας ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίους σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος· ἢ παρὰ τὸ ἄγονον εἶναι. τὸ σπέρμα ἢ κατὰ παράλυσιν τῶν μορίων ἢ κατὰ λοξότητα τοῦ καυλοῦ, μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν, ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων πρὸς τὴν ἀπόστασιν τῆς μήτρας οἱ Στωικοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας· αἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπʼ ἀλλήλων συνελθεῖν δʼ ἑτέροις ὁμοφύλοις, συνεκράθη τὸ κατὰ φύσιν καὶ βρέφος τελεσιουργεῖται.