# Physiognomonica (Epitome Adamantiana) 1.19

Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana), Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-polemon/physiognomonica-epitome-adamantiana/1.19

Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ καὶ φῶς ἐν αὐτοῖς ἐστιν,... ἐν [p.224] γλαυκοῖς ὀφθαλμοῖς καὶ αἱματώδεσι θερμὸν ἐν ἑκάστῳ πράγματι καὶ πάντολμον τὸν ἄνδρα δηλοῦσιν, ὡς ἐγγὺς μανίας εἶναι. εἰ δὲ ἐν χαροποῖς εἴη ἡ νμαρμαρυγή, δειλίαν σημαίνει· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πίπτουσι καὶ ὑπονοοῦσιν. ὀφθαλμοὶ δὲ μέλανες μαρμαρύσσοντες κακίστους καὶ δειλοὺς καὶ κακο- Ps. Pol. μηχάνους σφόδρα δηλοῦσιν ἄνδρας. 〈εἰ〉 δὲ οἱ τοιού- τους ὀφθαλμοὺς ἔχοντες καὶ ὑπογελῶσι, εἰς [p. 225 | ἀκρότητα πάσης κακίας ἐλθεῖν ἀνάγκη αὐτούς. ὀφθαλμοὶ ἔνυγροι γοργὸν βλέποντες θυμώδεις, ἰσχυρούς, μανικούς, ταχυλόγους, ταχυέργους, ἀπρονοήτους, ἀτόλμους δὲ καὶ πρὸς τὸ λέγειν· ὅμως κάκιστοί εἰσιν οἱ ἄνδρες οὗτοι. οἱ δὲ ξηροὶ ὀφθαλμοὶ κακίστους καὶ ἀνόμους ἄνδρας κατηγοροῦσιν. εἰ δὲ μικρό- Ps. Pol. τεροί εἰσι καὶ κοῖλοι, χείρους εἰσὶν ὠμὸν τὸ φρόνημα ἔχοντες, ἐπίβουλοι, κρυψίνοοι, τὸν σκοπὸν καὶ τὸν νοῦν αὐτῶν ὑποκρύπτοντες, πάντων δὲ ἐπιθυμοῦντες ἢ [ p.226 | ἐπι- θυμηταὶ ἄνδρες ὄντες. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπι- σκύνιόν ἐστιν ἐννεῦον ὀφρύες τε τραχεῖαι βλέφαρα ὀρθά, θυμόν τε καὶ δύναμιν ἀζβουλίαν τε καὶ ἀκακίαν καὶ εὐτολ- μίαν τοῖς ἀνδράσι σημαίνει. ὅσοι δὲ τὸ ἐπισκύνιον οὕτως Ps. Pol. ἔχουσιν ὡς εἴρηται τά τε βλέφαρα καὶ τὰς ὀφρῦς, [p. 227] τὸ δὲ βλέμμα αὐτῶν τραχὺ καὶ πικρὸν ἀφʼ ἑαυτῶν ὑπάρχει, χείρονα ταῦτα τῶν ῥηθέντων σημεῖα.

---

Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana), ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2233.tlg001.local001/.
