Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.33
Not analysed yet
[p. 250 Fr.] Στόμα μήτε προπετὲς μήτε πάνυ χθα- μαλὸν . . . . . δειλίας καὶ παλιμβουλίας σημεῖον. μικρὸν στόμα γυναικεῖον ἦθος τοῦ ἀνδρὸς κατηγορεῖ, μεῖζον δὲ στόμα ἀνδρείου σημεῖον. ἡ δὲ ἐπὶ πολὺ ἀνατομὴ τοῦ στό- Ps. Pol. ματος πάνυ βορόν, ὠμόφρονα καὶ ἀνόσιον ἄνδρα δηλοῖ. τοιαῦτα γὰρ τὰ τῶν κητῶν [p. 251] στόματα. ὅσοις κατὰ τοὺς κυνόδοντας κορυφοῦνται τὰ χείλη, κακόθυμοι ἄνδρες, ὑβρι- σταί, κράκται, ἐπεσβόλοι. τοιαῦτα γὰρ τὰ τῶν κυνῶν στόματα. ὅσοις δὲ τὸ στόμα πρόκειται ἐπὶ πολὺ τά 〈τε〉 χείλη εἰσὶ παχέα καὶ στρογγύλα καὶ ἀνεστραμμένα εἰς τὸ ἔξω ὡς χοίρων τούτων τὰ ἤθη καὶ τὰ ἔργα. τῷ ἐπιβεβλῆσθαι ἐμ- φρονέστερον. εἰ δὲ τὸ κάτω χεῖλος προέχει, ἄκακα μὲν τὰ ἤθη, ματαιότερα δὲ ὡς ἐπὶ πολὺ καὶ χυδαιότερα. στόμα μικρὸν προέχον ἔξω κακοήθη ἄνδρα καὶ ἐπίβουλον σημαίνει. στόμα Ps Pol. κοῖλον καὶ ἔμβοθρον φθονερόν, κακοήθη καὶ ἀκό- λαστον ἄνδρα σημαίνει.