# Physiognomonica (Epitome Adamantiana) 2.34

Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana), Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-polemon/physiognomonica-epitome-adamantiana/2.34

[p. 252 Fr.] Φθέγγεσθαι βαρὺ πάνυ καὶ σαθρὸν ἀνόητον καὶ ὑβριστὴν καὶ γαστρίμαργον ἄνδρα δηλοῖ· ἠχὴ κακοηχεστέρα καὶ βληχωδεστέρα ἀναίσθητον ἄνδρα δηλοῖ. [p. 253] ὅσοις δὲ ἀπὸ βαρέος ἀρξαμένοις φθόγγου εἰς ὀξὺ τε- λευτᾷ, τραχεῖς τε καὶ δύσθυμοι ὑπάρχουσιν. ὀξὺ δὲ καὶ αὐχμηρὸν Ps. Pol. φθέγμα ποικιλίας σημεῖόν ἐστιν. εἰ δὲ ὀξὺ καὶ μαλακὸν καὶ εὐκαμπὲς φθέγγοιτο, ἀνδρογύνου ἐστὶ σημεῖον. ὅσοι δὲ κοῖλον βοῶσι καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ ἤθη καὶ μεγαλόνοια τούτους κοσμεῖ καὶ δικαιότης. ὅσοι δὲ μαλα- κόν [p. 254] τε καὶ βαρὺ φθέγγονται, ἀγαθὰ καὶ τούτοις τὰ νοήματά εἰσιν. οἱ δὲ κλαγγηδὸν ἐκβοῶντες ὀξύ τε καὶ ὀρνί- θειον οὗτοι μάταιοι καὶ χαῦνα καὶ ὑψηλὰ νοοῦντες. ἀσθενὴς Ps. Pol. δὲ φωνὴ καὶ ἅμα ὑποκλαίουσα φιλοκερδῆ καὶ λυπηρὸν καὶ ἐν πᾶσιν ὑπονοούμενον σημαίνει. ὅσοι δὲ ἐν ῥινὶ φθέγγον- ται, ψευδεῖς, κακοήθεις, φθονεροί, δεινοὶ εἰς [ p. 255] βλάβην ἄλλων. 〈σφοδρὸν〉 καὶ ὑπόσαθρον φθέγγεσθαι ὀργίλον, βίαιον, ἄνομον καὶ μισάνθρωπον δηλοῖ. ὀξὺ δὲ καὶ ἀσθενὲς δει- λίας καὶ βασκανίας σημεῖον, ταχὺ δὲ ἀβούλευτον καὶ ἀνόητον Ps. Pol. δηλοῖ. τὸ βραχὺ φθέγγεσθαι ἀργίας καὶ δειλίας σημεῖον. οἱ χαλεπῶς φθεγγόμενοι κακοί, ἀνόητοι ὡς ἐπὶ τὸ πολύ εἰσιν. εἰ δέ τι ἄλλο, καὶ φωνὴν πρὸς τῶν ἄλλων ζώων ἕκαστον, ᾧ τις ὅμοια φθέγγοιτο, ἀναφέρειν χρὴ [ἕκαστον] καὶ διαιρεῖν [p. 256 ] εἰς τὸ ὅμοιον ἦθος. καὶ γὰρ χοίρων καὶ πιθή- κων καὶ ὄνων καὶ ἵππων τινὲς καὶ ἄρκων καὶ προβάτων καὶ ἄλλῳ ζῴῳ ὁμοίας φωνὰς ἀφιᾶσιν. εἰδέναι δὴ λοιπὸν Ps. Pol. καθόλου προσήκει, ὡς ἐν κινήσει καὶ φωνῇ καὶ χροιᾷ καὶ μεγέθει καὶ μελῶν ἁρμονίᾳ τὸ μέσον τούτων εὔχρη- στον, ὡς τὸ πολύ, τὸ δὲ ἐναντίον βαρὺ ὑπάρχει.

---

Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana), ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2233.tlg001.local001/.
