Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.36a
Not analysed yet
Τράχηλος [p. 259] πάνυ λεπτὸς δεᾶὸν καὶ κακο- ήθη ἄνδρα σημαίνει, εἰ καὶ μακρὸς ὑπάρχει· ὁ δὲ παχὺς Ps. Pol. ἅμα καὶ εὐμήκης θυμικὸν ἄνδρα καὶ μεγάλαυχον καὶ αὐθάδη σημαίνει· ὁ δὲ μήκους μετρίως καὶ πάχους μετρίως ἔχων, ἔτι δὲ εὐπαγὴς καὶ ἰσχυρὸς [ὁ] τράχηλος σημαίνει ἰσχυρόν, εὐ- μαθῆ καὶ εὐφυῆ πρὸς ἀρετὴν ἄνδρα. ὁ δὲ τοιοῦτος τράχηλος ἐνίοτε καὶ ἀσθενῆ καὶ πανοῦργον καὶ κακομήχανον σημαίνει ἄνδρα. ὅσοις δὲ ὁ τοάχηλος τοῖς νεύροις κατατείνεται, κακοὶ οἱ τοιοῦτοι. [p. 260] εἰ δὲ καὶ ἄλλα συμβαίνουσι, μωραίνουσι καὶ μανίας οἱ ἄνδρες ἐπιλαμβάνονται. καὶ οἱ μεγάλα δὲ ἀγγεῖα πεπλεγμένα περὶ τὸν τράχηλον ἔχοντες ἐμφανῆ σκαιοί· οἱ δὲ παχεῖαν καὶ εὐφυῆ τὴν σάρκα τοῦ τραχήλου ἔχοντες . . . . δειλοὶ Ps. Pol. ἄνδρες. ὅσοις δὲ τῶν ἐπαυχενίων σπονδύλων τραχέων ὄντων πολὺ τῶν ἄλλων . . . . εἰσὶ τραχύτεροι ἄνδρες. [p. 261] οἱ δὲ σκληροὶ τράχηλοι ἀμαθεῖς ἄνδρας σημαίνουσιν· οἱ δὲ ὑγροὶ τράχηλοι ἄνδρας εὐμαθεῖς σημαίνουσι· τραχὺς αὐχὴν ὥσπερ λοφιὰ ἀμαθῆ σὺν ὕβρει τὸν ἔχοντα μαρτυρεῖ· τράχηλος πεπηγὼς ἀκλινὴς κακόν, αὐθάδη καὶ ἀμαθῆ ἄνδρα μαρτυρεῖ. τράχηλοι δὲ ἀκλινεῖς γίνονται διὰ μωρίαν, οἷς καὶ τὰ ἄλλα σημεῖα συμβαίνει. [p. 262] ἄλλοι δὲ ἀκλινεῖς τραχήλους ἔχοντες Ps. Pol. οἰακίζουσιν αὐτοὺς καὶ τείνουσι τέχναις καὶ πόνοις μεγάλοις πάνυ κεκλασμένους ὄντας· οὗτοι δὲ ἀνδρόγυνοι ὄντες διορθοῦσιν αὐτούς, φαντάζονται δὲ τὴν ἀναίδειαν ἀποκρύπτειν καὶ ἀκολασίαν, κατηγοροῦσι δὲ αὐτῶν χειλῶν σπασνμὸς καὶ ὀφθαλμῶν παρατροπὴ καὶ ποδῶν παραφορὰ καὶ ὀσφύων κίνησις καὶ χειρῶν ἄλυς καὶ φωνῆς κραυγή. [p. 263] καὶ οἱ τράχηλοι αὐτῶν οὐ διαρκῶς πεπηγμένοι εἶναι δύνανται, ἀλλʼ ὑποτρέμουσιν ἅτε τῆς τάσεως αὐτῶν βιαζομένης. κλάσις δὲ τραχήλου ἀνδρόγυνον δηλοῖ, εἰ καὶ τὰ ἄλλα συντρέχει Pu. Pol. σημεῖα· τὸ δὲ αὔταρκες ἀρίστου ἀνδρὸς σημεῖον. ἄνω ἐσταλμένος τράχηλος ὑβριστοῦ, ἀνοήτου καὶ ὑποχαύνου ἀνδρὸς σημεῖον, εἰ μὴ ἄρα διὰ μαλακίαν αὐτὸ ποιεῖ. ὁ δὲ ἐπι- κεκυφὼς τράχηλος μωροῦ ἀνδρὸς κατηγόρημα, οὗτος δέ ποτε καὶ φροντιστὴν δηλοῖ καὶ φειδωλὸν καὶ κακοήθη καὶ μὴ ἔχοντα [p. 264] ἁπλότητα μηδὲ εὐθυμίαν μηδὲ πραότητα. τράχηλος εἰς τὰ δεξιὰ βλέπων κοσμίου καὶ σώφρονος καὶ φροντιστοῦ ἀνδρός, εἰ δὲ εἰς τὰ ἀριστερά, ἀνοήτου. εἰ δὲ εἰς τῶν ἄλλων μερῶν οἷον δή ποτε ὁ τράχηλος βλέπει, οὐκ ἀγαθὸν τὸ σημεῖον· βέβλαπται γὰρ ὁ ἀνὴρ τὰς φρένας.