Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.4
Not analysed yet
[p. 178 Fr.] Κεφαλὴ μικρὰ πάνυ ἀναίσθητον ἄνδρα κατηγορεῖ καὶ ἀσύνετον, κεφαλὴ μείζων τῆς συμμέτρου . . . . . . . [p. 179] εὐαίσθητον μέν, ἀνδρεῖον δὲ καὶ ἀνελεύθερον ἄνδρα κατηγορεῖ· κεφαλὴ πάνυ μεγάλη δυσαίσθητον καὶ σφόδρα ἀμαθῆ ἄνδρα δηλοῖ. λοξότης κεφαλῆς ἀναίδειαν τοῦ ἀνδρὸς κατηγορεῖ. οἱ πάνυ ὑψηλὰς κεφαλὰς ἔχοντες Ps. Pol. αὐθάδεις ἄνδρες· οἱ τὰ ὄπισθεν τῶν κεφαλῶν τα- πεινὰ ἔχοντες ἄψυχοι ἄνδρες εἰσίν. ὅσοι δὲ τὰ [p. 180] παρʼ ἑκάτερα τῆς κεφαλῆς κοῖλα ἔχουσι, δολεροὶ καὶ παλίγκοτοι. κεφαλὴ μέση χθαμαλὴ ἠρένμα εὖ μεγέθους ἔχουσα καὶ ὀρθό- τητος καλλίων ἐστὶ πασῶν τῶν κεφαλῶν εἴς τε εὐαισθησίαν καὶ μεγαλόνοιαν.