Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.50
Not analysed yet
[p. 275 Fr.] Κνῆμαιεὖ ἔχουσαιμεγέθους διηρ- θρωμέναι στερεαὶ γενναῖον ἄνδρα δηλοῦσι καὶ εὐφυῆ, ἁπαλαὶ δὲ καὶ ἄναρθροι δειλὸν καὶ ἀνανδρότερον κατηγοροῦσι· λεπταὶ δὲ πάνυ [p. 276] δειλὸν καὶ κακοήθη σημαίνουσιν ἄνδρα. αἱ δὲ νευρώδεις κνῆμαι ἀκολασίας πολλῆς μετέχουσιν. ὅσαι δὲ τῶν κνημῶν πλήρεις εἰσὶ κατὰ τὸ μέσον παχεῖς οὖσαι, βδελυροὺς καὶ ἀναιδεῖς καὶ ἀσώτους ὡς τὰ πολλὰ δηλοῦσι, Ps. Pol. κνημῶν δὲ καὶ πτερνῶν παχύτης δουλοπρεπῆ ἄνδρα καὶ ἀμαθῆ. ὅμοια δὲ ταῖς κνήμαις καὶ περὶ μηρῶν λέγε.