Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.6
Not analysed yet
[p. 185 Fr.] Δῆλον ἀπὸ τῶν προλεγομένων σημείων, ἡ μέλαινα χροιὰ δειλίαν καὶ πολυμηχανίαν, ἡ δὲ ξανθὴ καὶ λευκὴ δύναμιν καὶ θυμὸν λέγει. τὸ δὲ πάνυ λευκὸν ἄκρα- τον ἀνανδρίαν σημαίνει πυρρὸν δὲ σῶμα πᾶν δολερίαν καὶ Ps. Pol. πολυτροπίαν τοῦ ἀνδρὸς κατηγορεῖ. χροιὰ δὲ ἀνα- τετραμμένη ὑπόχλωρος δειλίας μεστὸν δείκνυσι καὶ κακομηχα- νίας, εἰ μὴ ὑπὸ νόσου γένοιτο. τὸ δὲ μελίχλωρον καλούμενον [p. 1867] χρῶμα δειλόν, γασωίμαργον, ὀργίλον, γλωσσαλγῆ ἄνδρα σημαίνει· τὸ δὲ φλογῶδες χρῶμα σημαίνει τὸν ἄνδρα κατήγορον Ps. Pol. εἶναι· τὸ πράως ἐρυθρὸν εὐφυῆ καὶ ὀξυκίνητον καὶ εὐμαθῆ ἄνδρα κατηγορεῖ. ταῦτα μὲν περὶ παντὸς τοῦ σώματος.