Ancient Greek
Chapter 2
Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana) 2.7
Not analysed yet
[p. 186 Fr.] Μέτωπον στενὸν οὐκ ἐλάχιστον ὑπάρχει σημεῖον [μόνον] [p. 187] ἀμαθίας· μέτωπον μέγα νω- θρὸν ἄνδρα ὡς ἐπὶ τὸ πολὺ σημαίνει. μέτωπον μακρὸν εὐαισθη- σίαν καὶ εὐμάθειαν τοῦ ἀνδρὸς μαρτυρεῖ. μέτωπον χθαμαλὸν οὐκ ἐπαινετοῦ ἀνδρὸς σημεῖον. μέτωπον κυρτὸν ὑψηλὸν καὶ περιφερὲς ἀναίσθητον καὶ ἀναίσχυντον ἄνδρα σημαίνει. μέτω- πον |p. 188] τραχὺ οὐκ ἀγαθὸν ἄνδρα δηλοῖ. μέτωπον ὅσπερ λόφους καὶ ὀρύγματα ἔχον ἐν ἑαυτῷ πανοῦργον καὶ ἄπιστον ἄνδρα κατηγορεῖ, ἐνίοτε δὲ καὶ μωρὸν καὶ μανιώδη, ἤν καὶ τῶν Ps. Pol. ἄλλων ἔχει σημεῖα. μέτωπον τετράγωνον καλὸν ση- μεῖον κατὰ λόγον τοῦ ἄλλου εἴδους· ἄριστον γὰρ καὶ συνετὸν καὶ μεγαλόνουν καὶ ἀνδρεῖον σημαίνει. μέτωπον κατηρεφὲς αὐθάδη ἄνδρα [p. 189] δηλοῖ· μέτωπον πάνυ τεταμένον ἀμέρινμνον ἄνδρα σημαίνει. μέτωπον ῥυσὸν φροντιστὴν δηλοῖ.