# Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..287-336

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..287-ΕΥΠΩΠΗ..336. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-scymnus/scymni-chii-ut-fertur-periegesis/%CE%95%CE%A5%CE%A0%CE%A9%CE%A0%CE%97..287

Πάλιν ἀπὸ τούτων δύο πόλεις, Εὔβοια καί
Μύλαι κατῳκίσθησαν ἐπικαλούμεναι,
εἶθ᾿ Ἱμέρα καὶ Ταυρομένιον ἐχομένη·
εἰσὶν δὲ πᾶσοι Χαλκιδέων αὗται πόλεις.
Τὰς Δωρικὰς δὲ πάλιν ἀναγκαῖον φράσαι.
Μεγαρεῖς Σελινοῦνθ᾿ , οἱ Γελῷοι δ᾿ ἔκτισαν
Ἀκράγαντα, Μεσσήνην δʼ Ἴωνες ἐκ Σάμου,
Συρακόσιοι δὲ τὴν Καμάριναν λεγομένην·
αὐτοὶ δὲ ταύτην ἦραν ἐκ βάθρων πάλιν,
πρὸς ἓξ ἔτη καὶ τετταράκοντʼ ᾠκημένην.
Αὗται μὲν οὖν εἰσ᾿ αἱ πόλεις Ἑλληνίδες·
τὰ δὲ λοιπὰ βάρβαῤ ἐστὶ τῶν πολισμάτων,
Καρχηδονίων ἐντειχισάντων τοὺς τόπους.
Ἡ δʼ Ἰταλία προσεχὴς μέν ἐστʼ Οἰνωτρίᾳ,
μιγάδας τὸ πρότερον ἥτις ἔσχε βαρβάρους,
ἀπὸ τοῦ δυναστεύσαντος Ἰταλοῦ τοὔνομα
λαβοῦσα, μεγάλη δʼ ὕστερον πρὸς ἐσπέραν
Ἑλλὰς προσαγορευθεῖσα ταῖς ἀποικίαις.
Ἑλληνικὰς γοῦν παραθαλαττίους ἔχει
πόλεις· Τέρειναν πρῶτον, ἢν ἀπῴκισαν
Κροτωνιᾶται πρότερον, ἃς θʼ οἱ πλησίον
Ἱαπώνιον καὶ Μέδμαν ᾤκισαν Λοκροί.
Εἶτ᾿ εἰσὶ Ῥηγῖνοι πόλις τε Ῥήγιον,
ὅθεν ἐστὶν ἐγγυτάτω πλέοντι διάβασις
εἰς τὴν Σικελίαν· Χαλκιδεῖς δὲ Ῥήγιον
ἀποικίσαι δοκοῦσιν. Οἱ δὲ λεγόμενοι
Ἐπιζεφύριοι πλησίον κεῖνται Λοκροί.
Τούτους δὲ πρώτους φασὶ χρήσασθαι νόμοις
γραπτοῖσιν, οὓς Ζάλευκος ὑποθέσθαι δοκεῖ·
εἰσὶν δʼ ἄποικοι τῶν Ὀπουντίων Λοκρῶν·
ἔνιοι δὲ Λοκρῶν φασι τῶν ἐν Ὀζόλαις.
Ἔχεται δὲ τούτων πρῶτα μὲν Καυλωνία,
ἐκ τοῦ Κρότωνος ἥτις ἔσχʼ ἀποικίαν·
ἀπὸ τοῦ σύνεγγυς κειμένου δὲ τῇ πόλει
αὐλῶνος αὕτη τοὔνομα σχοῦσʼ ὔστερον
μετωνομάσθη τῷ χρόνῳ Καυλωνία.
Ἑξῆς δὲ ταύτης ἦ πρὶν εὐτυχεστάτη
εὐανδροτάτη πόλις τε γενομένη Κρότων,
Μύσκελος Ἀχαιὸς ἣν ἀποικίσαι δοκεῖ.
Μετὰ δὲ Κρότωνα Πανδοσία καὶ Θούριοι·
ὅμορον δὲ τούτοις ἐστὶ τὸ Μεταπόντιον.
Ταύτας Ἀχαιοὺς ἐκ Πελοποννήσου κτίσαι
ἀφικομένους λέγουσι πάσας τὰς πόλεις.
Εἶτεν μεγίστη τῶν ἐν Ἰταλία Τάρας,
ἀπό τινος ἥρωος Τάραντος λεγομένη,
Λακεδαιμονίων ἄποικος, εὐδαίμων πόλις.
Οἱ Παρθενίαι ταύτην γὰρ ἔκτισαν προτοῦ
εὔκαιρον, ὀχυρὰν, φυσικὸν εὐτύχημά τι·
συναγομένη γὰρ λιμέσιν ἐπὶ νῆσον δυσίν
πάση σκεπεινὴν νηὶ καταγωγὴν ἔχει.

---

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0068.tlg001.local001/.
