# Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..337-390

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..337-ΕΥΠΩΠΗ..390. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-scymnus/scymni-chii-ut-fertur-periegesis/%CE%95%CE%A5%CE%A0%CE%A9%CE%A0%CE%97..337

Ἦν καὶ πρότερον μέγιστον ἐξυμνημένη
πόλις μεγάλη, βαρεῖα, πλουσία, καλή,
ἀπὸ τοῦ ποταμοῦ Συβάριδος ὠνομασμένη
Σύβαρις, Ἀχαιῶν ἐπιφανὴς ἀποικία,
δέκα μυριάδας ἔχουσα τῶν ἀστῶν σχεδόν
περιουσία πλείστη τε κεχορηγημένη·
οἳ δὴ παρεξαρθέντες οὐκ ἀνθρωπίνως
αὔτανδρον ἐξέφθειραν ἐπιφανῆ πόλιν,
τἀγαθὰ τὰ λίαν μὴ μαθόντες εὖ φέρειν.
Λέγεται γὰρ αὐτοὺς μήτε τοῖς νόμοις ἔτι
τοῖς τοῦ Ζαλεύκου τἀκόλουθα συντελεῖν,
τρυφὴν δὲ καὶ ῤᾴθυμον ἑλομένους βίον
χρόνῳ προελθεῖν εἰς ὕβριν τε καὶ κόρον,
σπεῦσαι δὲ καὶ τὸν τῶν Ὀλυμπίων ὅπως
ἀγῶνα καταλύσωσι, τάς τε τοῦ Διός
ἀνέλωσι τιμὰς τῇδε τῇ παρευρέσει
ἁδρόμισθον Διὶ γυμνικόν τινʼ ἐπετέλουν
κατὰ τὸν χρόνον τὸν αὐτὸν Ἠλείοις, ἵνα
πᾶς τις πρὸς αὐτοὺς τοῖς ἐπάθλοις ἀγόμενος
σπεύδοι καταντᾶν, ἀπολιπὼν τὴν Ἑλλάδα.
Κροτωνιᾶται πλησίον δὲ κείμενοι
κατὰ κράτος αὐτοὺς ἦραν ἐν βραχεῖ χρόνῳ
τὰ πάντα διαμείναντας ἀπταίστως ἔτη
ὡς ἑκατὸν ἐνενήκοντα πρὸς τοῖς εἴκοσι.
Μετὰ τὴν Ἰταλίαν εὐθὺς Ἰόνιος πόρος
κεῖται· καθήκοντες δὲ πρὸς τὴν εἰσβολήν
οἰκοῦσ᾿ Ἰάπυγες μεθʼ οὓς Οἰνώτριοι
Βρεντέσιον ἐπίνειόν τε τῶν Μεσσαπίων.
Πέραν δὲ τούτων ἔστʼ ὄρη Κεραύνια.
Μεσσαπίων δʼ οἰκοῦσιν,
Ὀμβρικοί,
οὕς φασιν ἁβροδίαιτον αἱρεῖσθαι βίον
Λυδοῖσι βιοτεύοντας ἐμφερέστατα.
Εἶτ᾿ ἔστιν Ἀδριανὴ θάλαττα λεγομένη.
Θεόπομπος ἀναγράφει δὲ ταύτης τὴν θέσιν,
ὡς δὴ συνισθμίζουσα πρὸς τὴν Ποντικήν
νήσους ἔχει ταῖς Κυκλάσιν ἐμφερεστάτας,
τούτων δὲ τὰς μὲν λεγομένας Ἀψυρτίδας
Ἠλεκτρίδας τε, τὰς δὲ καὶ Λιβυρνίδας.
Τὸν κόλπον ἱστοροῦσι τὸν Ἀδριατικόν
τῶν βαρβάρων πλῆθός τι περιοικεῖν κύκλῳ
ἑκατὸν σχεδὸν μυριάσι πεντήκοντά τε
χώραν ἀρίστην νεμομένων καὶ καρπίμην·
διδυμητοκεῖν γάρ φασι καὶ τὰ θρέμματα·
ἀὴρ διαλλάττων δὲ παρὰ τὸν Ποντικόν
ἐστὶν ὑπὲρ αὐτοὺς, καίπερ ὄντας πλησίον·
οὐ γὰρ νιφετώδης οὐδʼ ἄγαν ἐψυγμένος,
ὑγρὸς δὲ παντάπασι διὰ τέλους μένει·
ὀξὺς δὲ ταραχώδης τε πρὸς τὰς μεταβολάς,
μάλιστα τοῦ θέρους δὲ, πρηστήρων τε καί
βολὰς κεραυνῶν τούς τε λεγομένους ἔχει
τυφῶνας. Ἐνετῶν δʼ εἰσὶ πεντήκοντά που
πόλεις ἐν αὐτῷ κείμεναι πρὸς τῷ μυχῷ,
οὓς δὴ μετελθεῖν φασιν ἐκ τῆς Παφλαγόνων
χώρας κατοικῆσαί τε περὶ τὸν Ἀδρίαν.

---

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0068.tlg001.local001/.
