# Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..391-438

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..391-ΕΥΠΩΠΗ..438. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-scymnus/scymni-chii-ut-fertur-periegesis/%CE%95%CE%A5%CE%A0%CE%A9%CE%A0%CE%97..391

Ἐνετῶν ἔχονται Θρᾷκες Ἴστροι λεγόμενοι.
Δύο δὲ κατʼ αὐτούς εἰσι νῆσοι κείμεναι,
κασσίτερον αἳ δοκοῦσι κάλλιστον φέρειν.
ὁπὲρ δὲ τούτους Ἴσμενοι καὶ Μέντορες
Ἠριδανὸς, ὃς κάλλιστον ἤλεκτρον φέρει,
ὅ φασιν εἶναι δάκρυον ἀπολιθούμενον,
διαυγὲς ἀγείρων ἀποστάλαγμά τι.
Λέγουσι γὰρ δὴ τὴν κεραύνωσιν προτοῦ
τὴν τοῦ Φαέθοντος δεῦρο γεγονέναι τινές·
διὸ καὶ τὰ πλήθη πάντα τῶν οἰκητόρων
μελανειμονεῖν τε πενθικάς τ᾿ ἔχειν στολάς.
Ἡ πλησίον χώρα δὲ τούτων κειμένη
ὑπὸ τῶν Πελαγόνων καὶ Λιβυρνῶν κατέχεται.
Τούτοις συνάπτον δʼ ἐστὶ Βουλινῶν ἔθνος·
ἑξῆς δὲ μεγάλη χερρόνησος Ὑλλική
πρὸς τὴν Πελοπόννησόν τι ἐξισουμένη·
πόλεις δʼ ἐν αὐτῇ φασι πέντε καὶ δέκα
Ὕλλους κατοικεῖν, ὄντας Ἕλληνας γένει·
τὸν Ἡρακλέους γὰρ Ὕλλον οἰκιστὴν λαβεῖν,
ἐκβαρβαρωθῆναι δὲ τούτους τῷ χρόνῳ
τοῖς ἔθεσιν ἱστοροῦσι τοῖς τῶν πλησίον,
ὥς φασι Τίμαιός τε κἀρατοσθένης.
Νῆσος κατʼ αὐτοὺς δʼ ἔστιν Ἴσσα λεγομένη,
Συρακοσίων ἔχουσα τὴν ἀποικίαν.
Ἡ δ᾿ Ἰλλυρὶς μετὰ ταῦτα παρατείνουσα γῆ
ἔθνη περιέχει πολλά· πλήθη γὰρ συχνά
τῶν Ἰλλυριῶν λέγουσιν εἶναι καὶ τὰ μέν
αὐτῶν κατοικεῖν τὴν μεσόγειον νεμόμενα,
ἃ δὲ τὴν παράλιον ἐντὸς ἐπέχειν Ἀδρίου,
καί τινα μὲν αὐτῶν βασιλικαῖς ἐξουσίαις
ὑπήκο᾿ εἶναι, τινὰ δὲ καὶ μοναρχίαις,
ἃ δʼ αὐτονομεῖσθαι· θεοσεβεῖς δʼ αὐτοὺς ἄγαν
καὶ σφόδρα δικαίους φασὶ καὶ φιλοξένους,
κοινωνικὴν διάθεσιν ἠγαπηκότας
εἶναι, βίον ζηλοῦν τε κοσμιώτατον.
Φάρος δὲ τούτων οὐκ ἄπωθεν κειμένη
νῆσος Παρίων κτίσις ἐστὶν ἥ τε λεγομένη
Μέλαινα Κόρκυῤ, ἣν Κνίδιοι κατῴκισαν.
Ἔχει δὲ λίμνην εὖ μάλʼ ἡ χώρα τινά
μεγάλην, παῤ αὐτοῖς τὴν Λυχνῖτιν λεγομένην.
Προσεχὴς δὲ νῆσός ἐστιν, οὗ φασίν τινες
ἐλθόντα Διομήδην ὑπολιπεῖν τὸν βίον·
ὅθεν ἐστὶ Διομήδεια ταύτη τοὔνομα.
Ὑπὲρ δὲ τούτους εἰσὶ Βρῦγοι βάρβαροι.
Πρὸς τῇ θαλάττῃ δʼ ἔσιν Ἐπίδαμνος, πόλις
Ἑλληνὶς, ἣν Κόρκυῤ ἀποικίσαι δοκεῖ.
Ὑπὲρ δὲ Βρύγους Ἐγχέλειοι λεγόμενοι
οἰκοῦσιν, ὧν ἐπῆρξε καὶ Κάδμος ποτέ.

---

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0068.tlg001.local001/.
