Ancient Greek
ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..439-ΕΥΠΩΠΗ..487
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..439-487
Not analysed yet
Οἷς πλησιόχωρός ἐστιν Ἀπολλωνία,
Κορκυραίων τε καὶ Κορινθίων κτίσις,
Ἑλληνὶς Ὠρικός τε παράλιος πόλις·
ἐξ Ἰλίου γὰρ ἐπανάγοντες Εὐβοεῖς
κτίζουσι, κατενεχθέντες ὑπὸ τῶν πνευμάτων.
Ἔπειτα Θεσπρωτῶν τε καὶ τῶν Χαόνων
ἔθνη κατοικεῖ βάρβαῤ οὐ πολὺν τόπον.
Κόρκυρα νῆσος δʼ ἐστὶ κατὰ Θεσπρωτίαν.
Μετὰ τοὺς δὲ Θεσπρωτοὺς Μολοττοὶ λεγόμενοι
οἰκοῦσιν, οὓς κατήγαγεν Πύρρος ποτέ,
ὁ Νεοπτολέμου παῖς, ἥ τε Δωδώνη Διός
μαντεῖον ἵδρυμ᾿ ἐστὶ δʼ οὖν Πελασγικόν.
Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μιγάδες βάρβαροι,
οὓς καὶ προσοικεῖν φασι τῷ χρηστηρίῳ.
Μετὰ τοὺς Μολοττὺς δʼ Ἀμβρακία Κορινθίων
ἄποικός ἐστιν· ᾤκισεν δʼ ὁ Κυψέλου
αὐτὴν πρότερον παῖς Γόργος· εἶτʼ Ἀμφιλοχικόν
Ἄργος λεγόμενον· τοῦτο δὲ κτίσαι δοκεῖ
Ἀμφίλοχος, υἱὸς Ἀμφιαράου μάντεως.
Εἰσὶ δʼ ἐπάνω τούτων ἔποικοι βάρβαροι.
Ἐν τῇ παραλία δʼ ἔστʼ Ἀνακτόριον πόλις·
ταύτην δʼ Ἀκαρνᾶνές τε καὶ Κορίνθιοι
ἀπῴκισαν· μετέπειτα δʼ Ἀκαρνανία·
ὧν τοὺς μὲν Ἀλκμέωνά φασιν οἰκίσαι,
τοὺς δὲ τὸν ἐκείνου παῖδʼ Ἀκαρνᾶνα κτίσαι.
Κεῖνται δὲ καὶ νῆσοι κατὰ ταύτην πλείονες·
Λευκὰς μὲν ἐν πρώταις, Κορινθίων κτίσις,
εἶθ᾿ ἡ Κεφαλλήνων, Ἰθάκη δὲ πλησίον,
ἥ τε Πελοποννήσῳ σύνεγγυς κειμένη
Ζάκυνθος, εἶτεν αἱ καθήκουσαι πέραν
πρὸς τὸν Ἀχελῷον, λεγόμεναι δʼ Ἐχινάδες.
Ἑξῆς διέξιμεν δὲ πάλι τὴν Ἑλλάδα,
ἐπὶ κεφαλαίου τούς τε περὶ αὐτὴν τόπους
ἐθνικῶς ἅπόντας κατʼ Ἔφορον δηλώσομεν
Μετὰ τοὺς Ἀκαρνᾶνες μὲν ἔστʼ Αἰτωλία,
ἐξ Ἤλιδος λαβοῦσα τὴν ἀποικίαν·
Κουρῆτες αὐτὴν γὰρ κατῴκουν τὸ πρότερον,
ἀφικόμενος δʼ Αἰτωλὸς ἐκ τῆς Ἤλιδος
Αἰτωλίαν ὠνόμασ᾿ ἐκείνους ἐκβαλών.
Πρὸς τῷ Ῥίῳ κεῖται δὲ Ναύπακτος πόλις,
ἣν Δωριεῖς κτίζουσιν οἱ σὺν Τημένῳ.
Ἔπειτ’ ἀπʼ Αἰτωλῶν παροικοῦσιν Λοκροί,
οὓς Ὀζόλας καλοῦσʼ, ἀποίκους γενομένους
ἀπὸ τῶν πρὸς Εὔβοιαν Λοκρῶν ἐστραμμένων.
Δελφοὶ συνάπτουσιν δὲ τούτοις ἐχόμενοι
τό τε Πυθικὸν μαντεῖον ἀψευδέστατον.
Ἑξῆς δὲ Φωκεῖς, οὓς δοκεῖ συνοικίσαι
Φῶκος, κατελθὼν μετὰ Κορινθίων προτοῦ
γενεαλογεῖται δʼ Ὀρνύτου τοῦ Σισύφου.