# Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..488-534

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..488-ΕΥΠΩΠΗ..534. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-scymnus/scymni-chii-ut-fertur-periegesis/%CE%95%CE%A5%CE%A0%CE%A9%CE%A0%CE%97..488

Ταύτης δὲ κεῖται πλησίον Βοιωτία,
χώρα μεγίστη καιρία τε τῇ θέσει·
χρῆται μόνη γὰρ τρισὶ θαλάτταις, ὡς λόγος,
ἔχει δὲ λιμένας οὓς μὲν εἰς μεσημβρίαν
βλέποντας εὐκαιρότατα πρὸς τὸν Ἀδρίαν
τὸ Σικελικόν τʼ ἐμπόριον, οὓς δὲ πρὸς Κύπρον
καὶ τὸν κατʼ Αἴγυπτόν τε τὰς νήσους τε πλοῦν·
οὗτοι δὲ περὶ τὴν Αὐλίδ᾿ εἰσὶν οἱ τόποι,
ἐν οἷς Ταναγραίων ἐστὶ κειμένη πόλις,
ὑπὲρ δὲ ταύτην ἐν μεσογείῳ Θεσπιαί·
τὸν δὲ τρίτον ἔξω τοῦ κατʼ Εὔριπον δρόμου
εἰς τὴν Μακεδόνων Θετταλῶν θʼ ἱκνούμενον,
ἐφ᾿ οὗ παράλιός ἐστιν Ἀνθηδὼν πόλις.
Θῆβαι μέγισται δʼ εἰσὶ τῆς Βοιωτίας.
Εἶτεν συνάπτει Μέγαρα, Δωρικὴ πόλις·
σύμπαντες αὐτὴν ἐπόλισαν γὰρ Δωριεῖς,
πλεῖστοι Κορίνθιοι δὲ καὶ Μεσσήνιοι.
Λέγουσι δʼ Ὀγχηστοῦ γενόμενον ἐγκρατῆ
Μεγαρέ᾿ ἀφ᾿ αὑτοῦ τοῦτο θέσθαι τοὔνομα.
Ἡ Μεγαρὶς ἀφορίζει δὲ τὴν Βοιωτίαν.
Ὁ Κορίνθιος δὲ κόλπος ἐστὶν ἐχόμενος
ὅ τε Κεγχρεάτης, οἵ τὸν ἰσθμὸν εἰς στενὸν
συνάγουσιν ἑκατέρωθεν ἠπειρούμενον.
Εἶτ᾿ ἔστα Πελοπόννησος ἑξῆς κειμένη,
κόλπους βαθεῖς ἔχουσα καὶ πολλὰς ἄκρας,
Μαλέαν μεγίστην Ταίναρόν τε λεγομένην·
ἱερὸν Ποσειδῶνος δὲ θεοπρεπέστατον
ὑπὸ τῶν Λακώνων ἐνθάδʼ ἔσθʼ ἱδρυμένον.
Τὰ μὲν οὖν βόρεια τῆς Πελοποννήσου μέρη
Σικυώνιοι κατέχουσιν, οἵ τε πρίν ποτε
Κόρινθον οἰκίσαντες ἐπιφανῆ πόλιν,
ἄλλοι τʼ Ἀχαιοί· τοὺς πρὸς ἑσπέραν δʼ ὅρους
καὶ ζέφυρον Ἠλεῖοί τε καὶ Μεσσήνιοι
τὸ· πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμα
Λάκωνες Ἀργεῖοί τε πρὸς ἀνιόντα δέ
ἥξλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλεις
ἐν τῇ μεσογείῳ δʼ ἔστιν ἡ Φλιασία,
τό τʼ Ἀρκάδων μέγιστον ἐν τούτοις ἔθνος.
Τοὺς Ἀρκάδας μὲν οὖν λέγουσʼ αὐτόχθονας,
ὕστερον Ἀλήτην δʼ οἰκίσαι Κορινθίους,
Φάλκην δὲ τὸν Σικυῶνα, τὴν δʼ Ἀχαΐαν
Τισαμενὸν, Ἤλιδος δ᾿ ὁπάρχειν Ὄξωλον
ἡγεμόνα, Κρεσφόντην δὲ τῆς Μεσσηνίας,
Εὐρυσθένην δὲ καὶ Προκλῆν Λακεδαίμονος,
Ἄργους δὲ Κεῖσον καὶ μετʼ αὐτοῦ Τήμενον,
τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγέλαον, ὡς λόγος,
καὶ Δηϊφόντην, γαμβρὸν ὄντα Τημένου.

---

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0068.tlg001.local001/.
