Ancient Greek
ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..535-ΕΥΠΩΠΗ..586
Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..535-586
Not analysed yet
Κρήτη δὲ νῆσος τῆς Πελοποννήσου πέραν
κεῖται, μεγάλη τὸ μέγεθος εὐδαίμων τʼ ἄγαν,
ἀπὸ τῆς Μαλείας τῆς Λακωνικῆς ἄκρας
κατὰ μἦκος εἰς τὸ πέλαγος ἄχρι τῆς Δωρίδος
Ῥόδου παρεκτείνουσα καὶ πλείστοις σχεδόν
Ὄχλοις ἀπʼ ἀρχῆς καὶ πόλεσιν οἰκουμένη.
Ἀρχαιοτάτους ἔχει δὲ τοὺς οἰκήτορας
τοὺς δὴ παῤ αὐτοῖς Ἐτεόκρητας λεγομένους.
Πράτους δὲ Κρῆτάς φασι τῆς Ἑλληνικῆς
ἄρξαι θαλάττης τάς τε νησιώτιδας
πόλεις κατασχεῖν, ἃς δὲ καὶ συνοικίσαι
αὐτῶν Ἔφορος εἴρηκεν, εἶναί φησί τε
ἐπώνυμον τὴν νῆσον ἀπὸ Κρητός τινος,
τοῦ δὴ γενομένου βασιλέως αὐτόχθονος,
πλοῦν ἡμέρας ἀπέχειν δὲ τῆς Λακωνικῆς.
Ἐν τῷ πόρῳ δὲ κειμένη τῷ Κρητικῷ
ἄποικός ἐστιν Ἀστυπάλαια Μεγαρέων,
νῆσος πελαγία· πρὸς δὲ τῇ Λακωνικῇ
Κύθηρα· μετὰ δὲ ταῦτα κατʼ Ἐπίδαυρον ἥ
πρότερον μὲν Οἰνώνη προσηγορεύετο,
ὕστερον ἀπʼ Αἰγίνης δὲ τῆς Ἀσωπίδος
Aἴγιναν ἐκάλεσεν κατασχὼν Αἰακός·
καὶ πλησίον ταύτῃ Σαλαμὶς, ἐν ᾗ λόγος
τὸν Αἰακοῦ Τελαμῶνα βασιλεῦσαί ποτε.
Ἑξῆς Ἀθῆναι φασὶ δʼ οἰκητὰς λαχεῖν
ταύτας Πελασγοὺς πρῶτον, οὓς δὲ καὶ λόγος
Κραναοὺς καλεῖσθαι, μετὰ δὲ ταῦτα Κεκροπίδας,
Κέκροπος δυναστεύσαντος, ὑστέροισι δέ
χρόνοις, Ἐρεχθέως τῆς πόλεως ἡγουμένου,
ἀπὸ τῆς Ἀθηνᾶς τὴν προσηγορίαν λαχεῖν.
Ἡρόδοτος ἱστορεῖ δὲ ταῦτα συγγράφων.
Τὸ Σούνιον κάμψαντι δʼ ἀπὸ τῆς Ἀττικῆς
Εὔβοια κεῖται νῆσος, ἡ καλουμένη
διὰ τὴν φύσιν τὸ πρότερον, ὥς φασιν, Μάκρις,
ἔπειτεν ἀπὸ τῆς λεγομένης Ἀσωπίδος.
χρόνῳ λαβοῦσα τοὔνομ᾿ Εὐβοίας πάλιν.
Πρώτους δʼ ἐν αὐτῇ φασὶν οἰκῆσαι προτοῦ
μιγάδας συνοίκους Λέλεγας ἐκ τῆς δʼ Ἀττικῆς
τὸν Ἐρεχθέως διαβάντα Πάνδωρον κτίσαι
πόλιν μεγίστην τῶν ἐν αὐτῇ Χαλκίδα,
Aἴκλον δʼ Ἐρέτριαν, ὄντ᾿ Ἀθηναῖον γένει,
τὴν δʼ ἐναλίαν Κήρινθον ὡσαύτως Κόθον,
Δρύοπας δὲ τὴν Κάρυστον ὠνομασμένην·
ἡ δʼ Ἑστίαια γέγονε Περραιβῶν κτίσις.
Κεῖνται δὲ καὶ νησῖδες αὐτῆς πλησίον,
Σκῦρος, Πεπάρηθος, Σκίαθος, ὧν Κρῆτες μὲν οἱ
μετὰ Σταφύλου διαβάντες ἐκ Κνωσσοῦ ποτε
Πεπάρηθον ἐγγὺς κειμένην τʼ αὐτῆς Ἴκον
νῆσον συνοικίζουσι, τὴν Σκῦρον δὲ καί
τὴν Σκίαθον ἐκ Θρᾴκης διαβάντες, ὡς λόγος,
Πελασγιῶται· πάλι δʼ ἐρήμους γενομένας
αὐτὰς ἁπάσας Χαλκιδεῖς συνῴκισαν.