# Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..587-635

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..587-ΕΥΠΩΠΗ..635. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-scymnus/scymni-chii-ut-fertur-periegesis/%CE%95%CE%A5%CE%A0%CE%A9%CE%A0%CE%97..587

Ἀπέναντι δʼ Εὐβοίας κατοικοῦσιν Λοκροί,
ὧν πρῶτος ἦρξεν, ὡς λέγουσʼ, Ἀμφικτύων
ὁ Δευκαλίωνος, ἐχόμενος δʼ ἀφʼ αἵματος
Αἰτωλὸς, εἶτα Φύσκος, ὃς γεννᾷ Λοκρόν,·
ὃς τοὺς Λέλεγας ὠνόμασεν ἀφʼ ἑαυτοῦ Λοκρούς.
Ἐξῆς δὲ τούτων Δωριεῖς μικρὰς πόλεις,
Ἐρινεὸν Βοιόν τε καὶ Κυτίνιον,
ἀρχαιοτάτας ἔχουσι Πίνδον τʼ ἐχομένην,
ἃς Δῶρος Ἕλληνος γενόμενος ιᾤκισεν·
τούτων δʼ ἔποικοι πάντες εἰσὶ Δωριεῖς.
Εἶτεν παῤ αὐτὰς Ἡράκλειʼ ἐστὶν πόλις,
ἣν οἱ Λάκωνες, μυρίους οἰκήτορας
πέμψαντες εἰς Τραχῖνα, πρότερον ἐκτίσαν.
Ταύτης Πύλαια δʼ ἐστὶν ἑξῆς παράλιος
ἀγορὰ δʼ ἐν αὐτῇ γίνετʼ Ἀμφικτυονική.
Κόλπος δὲ κεῖται Μαλιακὸς ἐν τῷ μυχῷ,
Ἐχῖνος οὗ πόλις ἐστὶ, τοῦ Σπαρτοῦ κτίσις
Ἐχίονος, καὶ Μαλιέων ἄλλαι πόλεις.
Ἔπειτ᾿ Ἀχαιοὶ παράλιοι Φθιωτικοί.
Μάγνητες οἰκοῦσιν δὲ περὶ τὸ Πήλιον.
Ὑπὲρ δὲ τούτους ἔστιν εὐβοτωτάτη
χώρα, κράτιστα πεδία καὶ τελεσφόρα
ἔχουσα καὶ Λάρισαν εὐτυχεστάτην
πόλιν συχνὰς ἄλλας τε, Πηνειὸς διʼ ἧς
μέγας διαρρεῖ ποταμὸς ἐπί τε τὰ στενά
Τέμπη διήκων, τήν τε πρὸς τῷ Πηλίῳ
λίμνην βαθεῖαν λεγομένην Βοιβηΐδα.
Τῇ Θετταλίᾳ δ᾿ ἔσθ᾿ ὅμορος Ἁθαμανία,
Δολόπων τε Περραιβῶν τε συνορίζοντ᾿ ἔθνη
τά τʼ Αἰνιάνων, οἵτινες τῶν Αἱμόνων
δοκοῦσι Λαπιθῶν Μυρμιδόνων τε γεγονέναι.
Ὑπὲρ τὰ Τέμπη δ᾿ ἔστιν ἡ τῶν Μακεδόνων
χώρα παρὰ τὸν Ὄλυμπον ἑξῆς κειμένη,
ἧς φασι βασιλεῦσαι Μακεδόνα γηγενῆ,
ἔθνος τὸ Λυγκηστῶν δὲ καὶ τῶν Πελαγόνων,
τῶν κειμένων ἐκεῖσε παρὰ τὸν Ἄξιον,
καὶ Βοττεατῶν, τῶν τε περὶ τὸν Στρυμόνα.
Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μὲν πολλαὶ πόλεις,
ἡ Πέλλα καὶ Βέροια δʼ ἐπιφανέσταται
ἐν παραλίᾳ δὲ Θετταλονίκη Πύδνα τε.
Κάμψαντι τὴν ἄκραν δὲ τὴν καλουμένην
Αἴνειαν ἡ πρὶν γενομένη Κορινθίων
κτίσις Ποτίδαιʼ ἐστὶ, Δωρικὴ πόλις,
μετὰ ταῦτα Κασάνδρεια δʼ ὠνομασμένη.
Ἐν τῇ μεσογείῳ δʼ Ἀντιγόνεια λεγομένν
Ὄλυνθος ὕστερον δὲ γενομένη πόλις,
ἣν ἐξανέστησεν Φίλιππος ὁ Μακεδών,
δόρατι κρατήσας. Μετὰ δὲ τὴν Ὀλυνθίαν
Ἀρέθουσα, Παλλήνη τʼ ἐπ᾿ ἰσθμοῦ κειμένη.

---

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0068.tlg001.local001/.
