# Scymni Chii, ut fertur, Periegesis ΕΥΠΩΠΗ..850-873

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ΕΥΠΩΠΗ., lines ΕΥΠΩΠΗ..850-ΕΥΠΩΠΗ..873. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-scymnus/scymni-chii-ut-fertur-periegesis/%CE%95%CE%A5%CE%A0%CE%A9%CE%A0%CE%97..850

Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος
ἕτερά τε πλείονʼ οὐ διωνομασμένα,
Νομαδικὰ δʼ ἐπικαλούμεν᾿ , εὐσεβῆ πάνυ,
ὧν οὐδὶ εἷς ἔμψυχον ἀδικήσαι ποτʼ ἄν
οἰκοφόρα δʼ, ὡς εἴρηκε, καὶ σιτούμενα
γάλακτι ταῖς Σκυθικαῖσί θ᾿ ἱππομολγίαις·
ζῶσιν δὲ τήν τε κτῆσιν ἀναδεδειχότες
κοινήν ἀπάντων τήν θʼ ὅλην συνουσίαν.
Καὶ τὸν σοφὸν δʼ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν
φησὶν γενέσθαι τῶν σφόδῤ εὐσεβεστάτων.
Καὶ κατοικῆσαί τινας
εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας
καλοῦσιν· εὐσημότατον εἶναί φησι δέ
τὸ Σαυροματῶν καὶ τῶν Γελωνῶν καὶ τρίτον
τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος
Ἀπὸ τῶν δὲ Μαιωτῶν λαβοῦσα τοὔνομα
Μαιῶτις ἑξῆς ἐστὶ λίμνη κειμένη,
εἰς ἣν ὁ Τάναῖς
ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμʼ Ἀράξεως
ἐπιμίσγεθ᾿ , ὡς Ἑκαταῖς εἶφ᾿ οὑρετριεύς,
ὡς δʼ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός,
ἧς τὸ πέρας ἔστʼ ἄφραστον. Ἐξίησι δέ
δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην
Μαιῶτιν εἰς τὸν Κιμμερικόν τε Βόσπορον.

---

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0068.tlg001.local001/.
