# Scymni Chii, ut fertur, Periegesis 1.103-138

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, Section 1, lines 1.103-1.138. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-scymnus/scymni-chii-ut-fertur-periegesis/1.103

Λαβοῦσα δʼ ἡ σύνταξις ἐπιφανέστατον
ἀρχηγέτην σε φιλάγαθόν τε προστάτην
ἥξει διὰ λόχους ἐπμελεῖς εἰς τὸν βίον,
τὸ σόν τε, βασιλεῦ, πᾶσι κηρύξει κλέος
διαπεμπομένη πρὸς ἕτερον ἀφʼ ἑτέρου τόπον
καὶ τοῖς μακρὰν ἀπέχουσι τὴν εὐφημίαν.
Ἤδν δ᾿ ἐπʼ ἀρχὴν εἶμι τῆς συντάξεως
τοὺς συγγραφεῖς ἐκθέμενος, οἷς δὴ χρώμενος
τὸν ἱστορικὸν εἰς πίστιν ἀναπέμπω λόγον·
τῷ τὴν γεωγραφίαν γὰρ ἒπιμελέστατα
γεγραφότι, τοῖς τε κλάμασι καὶ τοῖς σχήμασιν,
Ἐρατοσθένει μάλιστα συμπεπεισμένος,
Ἐφόρῳ τε καὶ τῷ τὰς κτίσεις εἰρηκότι
ἐν πέντε βίβλοις Χαλκιδεῖ Διονυσίῳ,
Δημητρίῳ τε Καλλατιανῷ συγγραφεῖ
καὶ τῷ Σικελῷ Κλέωνι καὶ Τιμοσθένει,
τὴν τῆς υ ῶ τέ τῶν θέσιν.
καὶ τὸν πολίτην δʼ ἐκ
π . ψ ασιν γνωριμεν εἰσὶφ καί
ὸγεφετ παρ' ἱστορεῖν
ἐπι λλομέν τόπους
ἀκολουθῶν δὲ καὶ Καλλισθένη
ἰληφα καὶ κ χ χ ενίων δὲ καί
Τίμαιον, ἄνδρα Σικελὸν ἐκ Ταυρομενίου,
ἐκ τῶν ὑφʼ Ἡροδότου τε συντεταγμένων·
ἃ δʼ αὐτὸς ἰδίᾳ φιλοπόνως ἐξητακώς
αὐτοπτικὴν πίστιν τε προσενηνεγμένος,
ὡς ὢν θεατὴς οὐ μόνον τῆς Ἑλλάδος
ἢ τῶν κατʼ Ἀσίαν κειμένων πολισμάτων,
ἵστωρ δὲ γεγονὼς τῶν τε περὶ τὸν Ἀδρίαν
καὶ τῶν κατὰ τὸν Ἰόνιον ἑξῆς κειμένων,
ἐπεληλυθὼς δὲ τούς τε τῆς Τυρρηνίας
καὶ τοὺς Σικελικοὺς καὶ πρὸς ἐσπέραν ὅρους
καὶ τῆς Λιβύης τὰ πλεῖστα καὶ Καρχηδόνος.
Τὰ δὲ πολλὰ συνελὼν ἄρξομαι τῶν πραγμάτων,
πρῶτον δὲ τάξω τοὺς κατʼ Εὐρώπην τόπους.

---

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0068.tlg001.local001/.
