# Scymni Chii, ut fertur, Periegesis 1.55-102

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, Section 1, lines 1.55-1.102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-scymnus/scymni-chii-ut-fertur-periegesis/1.55

Διὸ τῇ προθέσει σύμβουλον ἐξελεξάμην
τὸν συγκατορθώσαντα καὶ τῷ σῷ πατρί
τὰ τῆς βασιλείας πρότερον, ὡς ἀκούομεν,
παρὰ σοί τε, βασιλεῦ, γνησίως τιμώμενον
κατὰ πάντα, τὸν Ἀπόλλωνα τὸν Διδυμῆ λέγω,
τὸν καὶ θεμιστεύοντα καὶ μουσηγέτην.
Οὗ δὴ σχεδὸν μάλιστα καὶ πεπεισμένος
πρὸς σὴν κατὰ λόγον ἧκα
ἑστίαν·
θεὸς δὲ συνεφάψαιτα τῇ προαιρέσει.,
Ἐκ τῶν σποράδην γὰρ ἱστορουμένων τισίν
ἐν ἐπιτομῇ σοι γέγραφα τὰς ἀποικίας
κτίσεις τε πόλεων, τῆς ὅλης τε γῆς σχεδόν
ὅσ᾿ ἐστὶ πλωτὰ καὶ πορευτὰ τῶν τόπων.
Τούτων δʼ ὅσα μὲν εὔσημά τʼ ἐστὶ καὶ σαφῆ
ἐπὶ κεφαλαίου συντεμὼν ἐκθήσομαι,
ὅσα δʼ ἐστὶν αὐτῶν οὐ σαφῶς ἐγνωσμένα,
ὁ κατὰ μέρος ταῦτʼ ἐξακριβώσει λόγος,
ὥστε, βασιλεῦ, τὸν πάντα τῆς οἰκουμένης
ἔχειν σε περιορισμὸν ἐπιτετμημένον,
ποταμῶν τε μεγάλων ἰδιότητας καὶ ῥύσεις,
τὴν τῶν δύʼ ἠπείρων τε κατὰ μέρος θέσιν,
ἐν ἑκατέρᾳ τινες εἰσὶν Ἑλλήνων πόλεις,
τίνες ἐκτίσαν, κατὰ τίνας ᾤκησαν χρόνους,
τοὺς ὁμοεθνεῖς ὄντας τε τούς τʼ αὐτόχθονας,
τίνʼ ἔστι πλησιόχωρα βαρβάρων γένη,
τίνα μιγάδων λεγόμενα, ποῖα νομαδικά,
τίνες ἥμεροι, τινες εἰσὶν ἀξενώτατοι
ἔθεσι, τρόποις τʼ ἔργοις τε βαρβαρώτατοι,
τίνα τῶν ἐθνῶν μέγιστα πολυανδροῦντά τε.
τίσιν νόμοις ἕκαστα χρῆται καὶ βίοις,
τῶν ἐμπορίων ὅσα τʼ ἐστὶν εὐτυχέστατα,
νήσων τε πασῶν τῶν πρὸς Εὐρώπην θέσιν,
ἑξῆς τε τῶν σύνεγγυς Ἀσίᾳ κειμένων,
κτίσεις τε πόλεων τῶν ἐν αὐταῖς φερομένων,
ἀπλῶς θʼ ἀπάντων ὁρικῶς * διέξοδον
καὶ τὴν ὅλην περίοδον ἐν ὀλίγους στέχοις,
ἧς ὁ κατακούσας οὐ μόνον τερφθήσεται,
ἅμα δʼ ὠφελίαν ἀποίσετʼ εὔχρηστον μαθών,
εἰ μηθὼν ἕτερον, φασί, ποῦ ποτʼ ἔστι γῆς,
κἀν τίσι τόποις τὴν πατρίδα κειμένην ἔχει,
τίνων τε πρότερον γενομένην οἰκητόρω
πόλεσί τε ποίαις συγγένειαν ἀναφέρει·
συνελόντι δʼ εἰπεῖν, οὐχὶ τὴν Ὀδυσσέως
ἀναδεξάμενος, ὥς φασιν οἱ μῦθοι, πλάνην,
ἐπὶ τῆς ἰδίας δὲ καταμένων εὐδαιμόνως,
οὐχὶ μόνον ἑτερόφυλον ἀνθρώπων βίον,
ἐθνῶν ὅλων δὲ γνώσετʼ ἄστη καὶ νόμους.

---

Pseudo-Scymnus, Scymni Chii, ut fertur, Periegesis, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0068.tlg001.local001/.
