# Lexicon 170.2

Pseudo-Zonaras, Lexicon, 170.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/170.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/170.2

ὀγκος καὶ ποικιλότης, καὶ ἀντιτυπία καὶ μαλακότης, ψόφοι καὶ ἀτμοὶ καὶ χυμοί, λειότης, τραχύτης καὶ τὰ τοιαῦτα. Αἰσθαινόμενον. ἐστι ζῶον ἀντιληπτικὸν κατὰ δύναμιν φυσικὴν τῶν αἰσθητῶν. Ἀιδάωνια. τὰ τοῦ Ἄιδου θαυμάσια. Ἀίδιον. τὸ ἀρχὴν μὲν ἔχον, τέλος δὲ μὴ ἔχον. ἐστι καὶ αἰδίου τὸ ἀρχὴν μὲν μὴ ἔχον, τέλος δὲ ἔχον. ἐστι δὲ αἰδίου τὸ μήτε ἀρχὴν μήτε τέλος ἔχον, ὥσπερ ὁ Θεός. αἰδίου ἐστὶ τὸ μὴ ἑαυτό, ὁ ἐστὶ κατ’ οὐσίαν, νοηθῆναι δυνάμενον. αἰδίου δὲ λέγεται τὸ ἀεὶ διόν· ἤγουσι τὸ μηδέποτε ἀρξάμενον, μὴ δὲ λήγον. οὐ πᾶν γὰρ ἀτελεύτητον πάντως καὶ ἀναρχον· οἱ γὰρ ἄγγελοι καὶ αἱ ψυχαὶ ἀρχὴν μὲν ἔσχον τοῦ εἶναι, τέλος δὲ οὐκ ἔχουσι. αἰδίου οὐδὲν ἄλλο ἢ μόνον ἡ Θεότης. Ἀιδνόν. τὰ ἀφανῆ. Αἰσώπειον αἷμα. ἐπὶ τῶν ἀδίκως ἀναιρουμένων. οὐ γὰρ ἐνδίκως ἀπέκτειναν τὸν Αἴσωπον οἱ Δελφοί. Ἀίδιον. τὸ διαιωνίζον, καὶ λῆξιν μηδαμῶς ἔχον. (ῥῆμα.) Αιάζειν. οἰκτεῖρειν, θρηνεῖν. παρὰ τὸ αἰ σχετλιαστικὸν ἐπίρρημα γέγονεν αιάζω· ὡς λίαν λιάζω. Αἰγίζειν. διασπᾶν· καὶ αἰγίζεσθαι. ἢ μεταφορὰ ἐκ τῶν καταιγίδων. Αἰγιαίζειν. σὺ δ’ αἰγιαζὼν ἐνθαδὶ καθήμενος. Αἰγυπταίζειν. τὸ κακοτροπεῖν καὶ πανουργεύεσθαι. τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. Αἰδέσασθαι. μεταπεῖσθαι. οὕτω Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτου, ἀντὶ τοῦ ἐξιλχάσασθαι καὶ πείσειν. Αἰδέσεσθαι. ἀπὸ τοῦ αἰδῶ, αἰδέσω, αἰδέση, αἰδέσεσθαι. αἰδρόν· διαφανές. Conf. Etymol. v. αἰδνός. Cyril. Ms. αἰδνόν· μέλαν. 47. Αἰγιαζειν] Sine explicatione Suidas quo- que, qui legit αἰγιαζειν — ἐνθάδε —. 48. ἐξιλχάσασθαι] Sic dedi e Cod. K. et Harpocrat. Cod. A. ἐξελιύεσθαι, D. ἐξελχάσασθαι. Vid. Reiskii Ind. Demosth. v. αἰδεῖσθαι. 49. Αἰδέσεσθαι] Forte leg. αἰδέσθαι. Demosth. πρὸς Παντ. 994, 19.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
