# Lexicon 172.11-37

Pseudo-Zonaras, Lexicon, 172.11 to 172.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/172.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/172.11

νον, καὶ τροπὴ αἰολικὴ αἱρεύμενον. Αἱρετίζω. τὰ τῶν αἱρετικῶν φρονῶ. καὶ τὸ προ- αἱρούμαι. ἐξ οὗ καὶ αἱρετισάμενος. Αἱρεῖ.71 φονεύει, ἀναιρεῖ. [Σοφοκλῆς — πόλεμος γὰρ οὐδὲν ἄνδρ᾿ ἐκῶν αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεὶ.] σημαίνει δὲ καὶ τὸ καταλαμβάνει.72 Αἱρεῖν. αὔξειν, ἢ τράπεζαν παρατιθέναι,73 ἢ αἱ- ρεῖν. *καὶ τὸ ἀναρτᾶν· ὡς τὸ· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἱρεῖς; ὁ ἐστι αἰωρεῖτ μέσον πί- στεως καὶ ἀπιστίας. Αἱρεῖς.74 δοξάζεις, ἠγῇ. καὶ ἐκ τοῦ θεολόγου καὶ ὁ λόγος αἱρεῖ μὴ τιθένας πρόσκομμα. Αἱρησθαι.75 ἐργάζεσθαι. Αἱρή. βούλει. ἐπείπερ αὐτὸς αἱρή λέγεις. Αἱρήσομαι. βουλεύσομαι. Αἱρησάμενος. βουλευσάμενος.76 Αἱρήσασθαι. λαβεῖν. Αἱρήσεται. λήψει. Αἱρήσειν. κρατῆτειν, συλλαβεῖν, ἐλκύσαι, πορθῆ- σαι,77 χειρώσασθαι. ΑΙΣΘΕΣΘΑΙ Αἱρήσομαι. λήψομαι, σκέψομαι, βουλευσόμεθα. Αἱρείτω. κατασχέτω. Αἱρόμενος.78 Φερόμενος. αἱρούμενος· βουλάμενος, ἐλόμενος. καὶ δεῖπνον αἱρουμένοις. Αἱρή. ἀντὶ τοῦ λαμβάνεις, μετέχεις. [σῖτον τὲ αἱρή τὸν αὐτὸν ἐκείνοις, καὶ πόμα παρακλησιον.] Αἱρετιεῖ.79 προτιμότερον ἡγήσεται. Αἱρόμενος. ἐπαἱρόμενος, κουφιζόμενος. Αἴσιμῶ. τὸ καταναλίσκω.80 Αἰσθήμεν. νοησαίμην.81 Αἴσθω. ἀπὸ τοῦ ἄτω ῥήματος, τοῦ σημαίνοντος τὸ ἐκπνέω, γίνεται παράγωγον ῥῆμα ἄιστος, ἐκ τούτου αἰστώ, καὶ τροπὴ τοῦ τ εἰς θ αἴσθω, ἡ μετοχὴ αἴσθων, καὶ κατὰ συναίρεσιν αἴσθω.82 οὕτως καὶ ἀπὸ τοῦ ἐγείρω ἐγερτάς, καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ ἐγέρθω.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
