# Lexicon 212.9

Pseudo-Zonaras, Lexicon, 212.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/212.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/212.9

174 ΑΝΘΡΩΠΟΣ "Ἀνθρωπος." ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπι-στήμης δεκτικόν. τί ἐστι ζῷον; οὐσία ἐμψυχος αἰσθητική. τί ἐστιν οὐσία; ὑπαρξις αὐθυπό-στατος.95 διὰ τί εἶπε ζῷον; διὰ τὰ ζῷόφυτα. διὰ τί εἶπε λογικόν; διὰ τὰ ἄλογα. διὰ τί εἶπε θνητόν; διὰ τὰ ἀθάνατα. ἡ ἄνθρωπος ἐστι ζῷον λογικὸν, θνητόν, ὀρθοπεριπατητικόν, πλατυόνυχον, γελαστικόν. ἡ ζῷον ἐξ ἐναντίων οὐσιῶν ὁμόχρονος καὶ ἀρρήτος σύνθεσις. ἡ ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ζῷον· κατὰ ἀφορισμὸν τῆς ἀψύχου κτίσεως. λογικόν· κατὰ ἀφορισμὸν τῆς ἀλόγου οὐσίας. θνητόν· κατὰ ἀφορισμὸν τῆς ἀθανάτου τῶν ἀγγέλων ὑπάρξεως. νοῦ καὶ ἐπιστήμης δεκτι-κόν· ὡς ἐν εἰκόνι θεοῦ κατὰ χάριν ὑπάρχον. ἡ ἄνθρωπος ἐστι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης' δεκτικόν. νόησιν δὲ ἐνταῦθα τὴν μάθησιν εἶπε διὸ καὶ ἐπήγαγε· καὶ ἐπιστή-μης. ἡ ζῷον λογικόν, θνητόν; καὶ τῶν ἐναν-τίων, ἀνὰ μέρος, δεκτικόν. ἡ ἐκ ψυχῆς ἀθα-νάτου καὶ σώματος θνητοῦ συνεστός. — ἄν-θρωπος δὲ παρὰ τὸ ἄνω ἀθρεῖν96 τὴν ὥπα, ἡγοῦν ἄνω ὁρῶν τοὺς ὀφθαλμοὺς, ἡγοῦν ἄνω λογίζεσθαι αἰ εἴδε καὶ ἡκοῦσε, τῶν ἀλόγων ζώων μὴ λογιζομένων97 καὶ προνοουμένων. αὐ

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
