# Lexicon 233.9-234.7

Pseudo-Zonaras, Lexicon, 233.9 to 234.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/233.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/233.9

Ἀνηνέχθη.88 ἀντὶ τοῦ ἀνήνεγκεν. Ἡρόδοτος· ἐκπλαγεὶς δὲ τούτοιςιν ἐπὶ χρόνον ἄφθογγος ἦν, μόγις δὲ ποτε ἀνενεχθεὶς, εἶπεν — Ὀμηρος· — μνησάμενος δ’ ἀνεγήγχατο Φάνησός τε — ἀντὶ τοῦ ἀκέπνυσεν, ἐστέναξεν. Ἀνεξυνοῦτο.89 ἀντὶ τοῦ ἀνεκοινοῦτο. Ἀνιῶμαι. λυποῦμαι. ἀνιῶμαι διὰ ταύτας καὶ ἐπὶ ταύταις καὶ τούτων ἕνεκα. Ἀνόρευσεν.90 ὁρῶ τὸ διεγείρω, οὐ ὁ μέλλων αἰολικῶς ὁρσω, οἷον· ὁρσεο Λχομεδοντιάδη —91 [τοῦτο γίνεται κατὰ παραγωγὴν ὁρῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ὑ ὁρούω, ὁ μέλλων ὁρούσω, ὁ ἄοριστος ὁρουσα, ποιητικῶς, καὶ ἐν συνθέσει ἀνόρουσεν. οἱ γὰρ Ἰωνες συναρχομένους ποιοῦσι τοὺς παρακειμένους.]92 Ἀνστήτην.93 δυϊκὸν ἀντὶ τοῦ ἀνέστησαν. [ὁ δεύτερος ἄοριστος ἕστην, ἕστης, ἕστη, ἕστητον, ἕστήτην, καὶ ἀναστήτην, καὶ ἀνστήτην.] Ἀντετόρησε.94 διήλθεν, ἐτρύπησεν, ἐκ τοῦ τορῶ· τοῦτο ἐκ τοῦ τεῖρω, τὸ καταπονῶ. [τὸ τορῶ κατὰ συγχοπὴν τρῶ, τρήσω.] [Ἀντιφερίζω.95 ἐναντιοῦμαι, ἐξισοῦμαι. παρὰ τὸ φέρω, φερίζω, ὡς θέρω, θερίζω. Ἡσίοδος96 καὶ ἀντιφέρεσθαι τὸ ἐναντιοῦσθαι λέγει.] Ἀντιβολήσαμ. ἀπάντησαμ, μετασχεῖν, ἀπὸ τοῦ μολῶ, τροπὴ τοῦ μ εἰς β. τὸ δὲ ἀντιβολήσαμ ἀντὶ τοῦ ἱκετεύσαμ καὶ παρακαλέσαμ. παρὰ τὸ βάλλω καὶ τὴν ἀντὶ πρόθεσιν. Ἀντισηκοῦντα.⁹⁷ ἐξισάζοντα, ζυγοστατοῦντα. [ἐκ τοῦ Ἰσος ὄνομα γίνεται ῥῆμα ἰσῶ, ὁ μέλλων ἰσώσω, ἰσώκω, καὶ τροπὴ τοῦ μακροῦ εἰς τὸ μακρὸν ἰσηκῶ, καὶ ἀντισηκῶ. ἢ παρὰ τὸ σῶκειν, ὁ σημαίνει τὸ ἰσχύειν. ἐξ οὗ καὶ σῶνος ὁ ἰσχυρός. — σῶνος ἐριούνιος —.]⁹⁸ Ἀντελαμβάνοντο...ἀντὶ τοῦ διεδέχοντο. ὕπνοι τε αὐτοῖς ἀεὶ μακρότατοι ἀντελάμβανοντο. Ἀντεξάγειν.⁹⁹ ἀπὸ τοῦ παρατάσσεσθαι. ἀντεπιέναι. Ἀντεπῆει.¹⁰⁰ ἀντεπῆρχετο. Ἀντεπιτίθησιν.¹ ἀντὶ τοῦ ἀντεπιστέλλει. οὕτως Ἰσαῖος. Ἀντεπιχειρεῖν. πρὸς τὰ λεγόμενα μὴ φέρειν ἐνστασιν. Ἀντέφερον.³ ἠνχυντιοῦντο. Ἀντέβησαν. ἀντὶ τοῦ ἀντέστησαν. Ἀντεφιλοτιμοῦντο. ἀντὶ τοῦ ἠμιλλῶντο καὶ ἤριζον, καὶ ἀντηγωνίζοντο.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
