# Lexicon 240.14-241.1

Pseudo-Zonaras, Lexicon, 240.14 to 241.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/240.14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/240.14

Ἀξιόχρεων. καὶ ἐπὶ ουδετέρου. δεῖ γινώσκειν,12 ὅτι πᾶν ουδέτερον εἰς ν λῆγον ἄπαθὲς βραχυ- καταληπτεῖ. ξύλον, λούτρον, πτερόν· χωρὶς τοῦ πῶν, τοῦτο γὰρ μακροκατάληκτον, καὶ χωρὶς τῶν παρὰ τὸ πούς, οἷον· δίπουν. πρόσκειται ἄπαθὲς διὰ τὸ ποιοῦν καὶ χρυσοῦν· καὶ ὀστοῦν καὶ χαλκοῦν· ταῦτα γὰρ ἀπὸ κράσεως γέγονε. [καὶ τὸ διπλοῦν ἀπὸ τοῦ διπλοῦν, καὶ τὸ ἄγη- ρων ἀπὸ τοῦ ἄγήραον. τὸ ἀξιόχρεων καὶ τὸ ἀνάπλεων τῶν διὰ τοῦ ο.] Ἀξιον. δίκαιον. ὁ Ἀπόστολος13 ὁφείλομεν *ἡμεῖς* εὐχαριστεῖν, καθὼς ἀξιόν ἐστι. [ἢ τὸ ἀξιον δι- καιον νοήσεις, ἢ οὕτως μεγάλως. καθὼς ἀξιον τῶ μεγάλαι παρέχοντι.] (Ῥῆμα.) Ἀξιουμένου. τυγχάνοντος. Ἀξιώ. ὑπολαμβάνω. σημαίνει δὲ καὶ τὸ ἐπεύω καὶ τὸ νομίζω. [Ἀξω]14 καὶ ἐνταῦθα καὶ ἐκεῖσε· ἀκάξω δὲ τὸ ὀπίσω ἄξω. (Ἐπίρρημα.) Ἀξιοζήλως. ἐπαινετῶς, ὁ δὲ ἐν ὀφθαλμοῖς τῶν ἀπάντων αὐτὸν ἀξιοζήλως διεχρήσατο. Τὸ Α μετὰ τοῦ Ο. (Ἄρσενικόν.) Ἀοιδός. ὁ κιθαρωδός, τραγωδός. ἀπὸ τοῦ ἀείδω ἀοιδός. Ἀοίδιμος.16 ὁ ἀείμνηστος. παρὰ τὴν ἀοιδήν ἀοίδιμος, ὡς τροφὴ τρόφιμος. τοὔτ’ ἐστι ὁ ἐν ὥραις ἀεὶ ὀνομαζόμενος, ἢ μνημονευόμενος. [ἢ ὀνομαζόμενος.] Ἀοσσητής.17 ὁ ἄνευ ὀσσης καὶ πληδόνος αὐτομάτως βοηθῶν. ὀσσητὴρ καὶ ἀοσσητήρ. Ἀοιμος. ἀπόρευτος. οἶμος γὰρ ἡ ὁδός. Ἀοζοί.18 πολύοζοι, πολλὰ ξύλα καίουσες. λέγει δὲ τοὺς μαγειροὺς· ὄζος γὰρ ὁ κλάδος. Ἀορnis.19 λιμὴν παρὰ τὴν Ταρσηνίαν. Ἀορτήρ.20 ὁ λῶρος, ἐν ᾧ τὸ ξίφος πρέματαμ. παρὰ τὸ αἴρω ἄρτηρ, καὶ πλεονασμῷ τοῦ ὁ ἀορτήρ. [— ἀτὰρ περὶ πωλεὸν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἄρηρός. καὶ ἄορ τὸ ξίφος. ἀείρω, ἄορ.] Ἀολλέες.21 ὁμοῦ συνηγμένοι. παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. ἀπὸ γὰρ τοῦ ἀέλλω ῥήματος τοῦ σημαί- ΑΟΙΔΟΣ νοντος τὸ συστρέφω. [ἢ εἰλῶ ῥήματος ὄνομα ἑλλῆς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ ἄ ἢ ὁμοῦ ἄελλῆς, καὶ τροπὴ τοῦ ἄ εἰς ὁ ἄολλῆς, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἄολλέες. ἐκ δὲ τοῦ ἄολλῆς γίνεται ἄολλίζω.]

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
