# Lexicon 273.6-274.14

Pseudo-Zonaras, Lexicon, 273.6 to 274.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/273.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/273.6

Ἀπαχθῆναι. ἀπενεχθῆναι. Ἀπαμφιάσαι.56 γυμνῶσαι. Ἀπαυδήσαι. ἀπαγορεύσαι. Ἀπαρτίζει. πληροῖ, τελειοῖ Ἀπαίρει.57 ἀποδημεῖ, ἀνύχωρεῖ. Ἀπάρχου.58 ἀπαρχὰς πρόσφερε, ἢ ἀπαρχὴν ποίει. Ἀπονosophισθέντες. ἀποχωρισθέντες. Ἀποσκιρδωθέντες.59 σκληρυνθέντες. – σκιρδὸς γὰρ ὁ γύψος. Ἀπαυθαδιάζειν. τὸ μέγα φρονεῖν, ἑαυτῷ ἀρέσκειν. αὐτοαδὴς τίς ἐστιν ὁ ἑαυτῷ ἀρέσκων. Ἀπαυθαδιάζω. ἀπὸ τοῦ αὐθάδης αὐθαδιάζω καὶ ἀπαυθαδιάζω. Ἀπαλθήσεσθαι.60 ἰαθήσεσθαι. καὶ ἀπαλθήσεσθον61 ὁμοίως. [ἀλθέω, ἀλθῶ, πρώτης συζυ- 60. Ἀπαλθήσεσθαι] A. Ἀπάλθσεθαι αἰσθήσεσθαι. D. ἀπαλθήσεσθε, superscripta αι. K. ἀπαλθήσεσθε. γίας τῶν περισπωμένων, ὁ μέλλων ἀληθήσω, ἀληθήσομαι, ἀληθήση, ἀληθησόμεθα, ἀληθήσεσθον. τὸ δὲ ἀλθω παρὰ τὸ ἄλδω.] Ἀπαφῶ. τὸ ἀπατῶ. παρὰ τὸ φῶ τὸ λέγω. καὶ μετὰ τοῦ α τῷ σημαίνοντος τὸ κακὸν ἀφῶ καὶ ἀπαφῶ. τὸ δὲ ἀπατῶ ἐκ τοῦ ἀπαφῶ. Ἀπαγορεύειν. ἢ ἀπὸ πρόθεσις ἐνταῦθα τὸ χωρίζεσθαι δηλοῖ. τὸ γὰρ ἀπαγορεύειν ἔκτος γίνεται τοῦ λέγειν. ἀπὸ τοῦ ἀγορῶ. Ἀπαμεῖρεται. ἀποκεχώρισται. ἐκ τοῦ μεῖρω τὸ μερίζω. καὶ μετὰ τοῦ α ἀμεῖρω καὶ ἀπαμεῖρω. Ἀπαιωρήσας. κρεμάσας, [κουφίσας.] ἐκ τοῦ αἴρω, τὸ κουφίζω, πλεονασμῷ τοῦ ω αἴωρῶ καὶ αἰωρήσω. Ἀπαυρῶ. ἀφαιρῶ. ἐκ τοῦ αἴρω τροπὴ τοῦ ι εἰς υ καὶ μεταθέσει τοῦ τόνου αὐρῶ καὶ ἀπαυρῶ. Ἀπανθρακίζομεν. ἀντὶ τοῦ ἄνθρακx ἐσθίομεν. ἐστὶ δὲ εἶδος ἰχθύος, ὃ παροπτῶντες ἐσθίουσιν. ἢ ἄνθρακας πυροῦμεν. Ἀπαρτίζω. εὐαρμόστως συμπληρῶ. Ἀπαινύμενος. ἀφαιρούμενος. Ἀπαφίσκω. ἀπατῶ. Ἀπαληθεύειν. τὸ ἀληθὲς ἐξευρίσκειν. ΑΠΑΓΟΡΕΤΕΙ Ἀπαγορεύει. ἀποφαίνει. Ἀπηνήνατο.69 παρητήσατο. [ἀναίνω, ἀνῶ, ἄνη-να, ἠνηνάμην, ἠνήνω, ἠνήνατο.] Ἀπηύρων.70 παρὰ τὸ ἀπαυρῶ, ἀπαυρήσω, ὁ β ἀόριστος ἀπηύρων. Ἀπῆκτο.71 ἀπηνέχθη. Ἀπηλγηκέναι.72 ἀναίσθητήσομαι. *Ἀπήλαχεν.73 ἀπώλεσεν.* Ἀπηνεώθη.74 ἐξεπλάγη, ἄφωνος ἐγένετο. Ἀπήλασεν. ἐδίωξεν. Ἀπῆεσαν.75 παρῆλθον· παρέδραμον. Ἀπηλοΐησεν.76 ἀπέκοψεν. ἀπὸ τοῦ ἀλοΐω, ἀλοι-ήσω, ἠλοΐησα, ὅθεν καὶ πατραλοΐας ὁ τὸν πα-τέρα τύπτων. Ἀπῆρξεν.77 ἀπέκοψεν. Ἀπριάτην.78 ἄνευ τιμῆς ἔδωκαν. πρίημι, τὸ πα-θητικὸν πρίομαι· τὸ ἐπίρρημα ἀπριάδην, καὶ τροπὴ τοῦ δ εἰς τ ἀπριάτην. Ἀπεμπολήσας.79 πεπρακώς. 72. Ἀπηλγηκέναι] Vid. supra ἀπαλγήσαντες et ἀπαλγοῦντες et not. 9. 10. 75. Ἀπῆεσαν] A. ἀπῆρεσαν. ΑΠΕΜΥΘΕΟΜΗΝ Ἀπεμπολῶ. τὸ ἀγοράζω, τὸ κερδαίνω, ὅπερ ἀν-τικείμενον ὄν τοῦ ἐμπωλεῖν τὴν διάκρασιν σχ-μαίνει.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
