# Lexicon 309.19-310.30

Pseudo-Zonaras, Lexicon, 309.19 to 310.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/309.19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/309.19

('Επίρρημα.) [Αὐθήμερον.⁴⁴ αὐτῇ τῇ ἡμέρα.] [Αὖθι.⁴⁵ ἀντὶ τοῦ αὐτόθι. καὶ ἀντὶ τοῦ πάλιν.] [Αὖθις. ἐξ ἀρχῆς· ἐπὶ δευτέρου. σημειωτέον, ὅτι τὸ μὲν αὖθις ἀττικόν· τὸ δὲ αὖτις ὁμηρικόν.] Αὐθωρόν. αὐτῇ τῇ ὥρα. Αὐτῆμαρ. αὐτῇ τῇ ἡμέρα. Αὐτίκα.⁴⁶ μετ’ οὐ πολὺ, εὐθέως, παραχρῆμα. τὸ δὲ αὐτίκα μᾶλα ἀντὶ τοῦ εὐθύς. Αὐτόθεν. ἀντὶ τοῦ οἴκοθεν. Ἰώσηπος⁴⁷ δῶρα δὴ αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ. Αὐτόθι. ἐν αὐτῷ τῷ τόπῳ. Αὐτοπαθῶς.⁴⁸ οἴκοθεν, ἐξ ἰδίας προαιρέσεως. Αὐτόσε. ἐκεῖσε. λέγεται καὶ αὐτοῦσε.⁴⁹ διάβασις δὲ οὐκ ἔστιν αὐτοῦσε ὅτι μὴ τῷ ζεύγματι. Αὐτοῦ. ἐπὶ τόπου. Ὅμηρος⁵⁰ στῆτ’ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων. Αὔτε. πάλιν. καὶ αὔτε ἀντὶ τοῦ μετὰ ταῦτα. [Αὐτομόλως. προδοτικῶς.] [Αὐτόχρημα.⁵¹ σχεδὸν εἰπεῖν. ἢ αὐτὸ τὸ πρᾶγ- μα.] [Αὐτοβοεῖ.⁵² αὐτῇ τῇ βοῇ· τὸ παραχρῆμα συν- τελεσθῆναι.] [Αὐτονυχί.⁵³ αὐτῇ τῇ νυκτί.] [Αὐτάρ. ἐμοὶ δέ.⁵⁴ ἐπεὶ δέ· μεταταῦτα.] Αὐτοσχεδά.⁵⁵ ἐν τοῦ· συνέγγυς. [... Μάρις δ’ αὐτοσχεδὰ δουρί.] Αὐτοσχεδόν. συνέγγυς. Αὐτίκα.⁵⁶ ἐπίρρημα μεσότητος· καὶ χρόνου δηλω- τικόν. ὥσπερ παρὰ τὸ πολλά· γίνεται πολλά- κις, καὶ ὀλίγα ὀλιγάκις, καὶ δέκα·δεκάκις, οὕ- τως καὶ παρὰ τὸ αὐτὰ αὐτάκι· καὶ κατὰ ἀντί- θεσιν αὐτίκα. Αὔτως.⁵⁷ ἀντὶ τοῦ μάτην. σημαίνει δὲ καὶ τὸ ὁμοίως. ἔστι δὲ ἔτος ὁ ἀληθῆς, καὶ μετὰ τοῦ στερητικοῦ ἄ ἄετος· καὶ ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα ἀνέβιβάζουσι τὸν τό- νον ἐν τῇ συνήθεια· καὶ κλίνεται ἄετου, ἡ εὐ- θεῖα τῶν πληθυντικῶν οἱ ἄετοι, τῶν ἄετων, καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεσότητος ἄετως, καὶ τροπὴ τοῦ ε εἰς ὑ αὔτως· τὸ γὰρ ἄ καὶ ε εἰς 51. Αὐτόχρημα] Scil. εἰπεῖν· σχεδὸν εἰπεῖν, s. 54. Αὐτάρ. ἐμοὶ δέ.] Leg. Αὐτὰρ ἐμοί. ἐμοὶ δέ. τοῦ ταχέως γίνεσθαι τάττεται· τὸ δὲ αὐτίκα μᾶλα ἀντὶ τοῦ τάχιστα. ὁ γὰρ τὸ τάχιστα δῦναι τοῦτο τὸ αὐτίκα μᾶλα. ὁ καὶ τὸ ὅσιν αὐτίκα καὶ ὅσον ἤδη δηλοῦν βούλε-

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
