# Lexicon 316.8-317.7

Pseudo-Zonaras, Lexicon, 316.8 to 317.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/316.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/316.8

Ἀχειόγελως ἄνθρωπος. ὁ ἐπὶ τοῖς ἀχρήστοις καὶ μὴ σπουδαίοις γελῶν καὶ χαίρων. [Ἀχνους. ἀγένειος. τίς πὸν ἀχνουν Ἑρμῆν σε παρ’ ὑσπλήγεσσιν ἔθηκε.] Ἀχλαξ. ἢ λιθώδης καὶ ψαμμόδης ἄμμος, ἢ ὁ μικρὸς λίθος. Ἀχών. ἢ ἄμπελος. Ἀχώρ. τὸ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πιτυρώδες. παρὰ τὸ ἄχνη, ἀχνώρ, καὶ ἀποβολὴ τοῦ ν ἀχώρ. κλίνεται δὲ ἀχῶρος, ὡς ἰχώρ ἰχῶρος, τοῦ σιδηρότου αἵματος. Ἀχιλεύς. κύριον. παρὰ τὸ ἄχω ἀγὶλεὺς καὶ ἄχιλεύς· στρατηγὸς γὰρ ἦν. ἢ παρὰ τὸ χιλὸς, ὁ σημαίνει τὴν τροφήν, χιλεὺς καὶ μετὰ τοῦ στερητικοῦ ἄχιλεύς· οὐ γὰρ κοινὴ τροφὴ ἐχρά-το, ἀλλὰ μυελούς ἐλάφωι ἥσθιον. [ἢ παρὰ τὸ ἄχος ἐμποιεῖν τοῖς Ἰλιεύσιν.] (Θηλυκόν.) Ἀχάνη. μέτρον Περσικόν. ὥσπερ καὶ ἡ ἀτάρ-βη παρ’ Αἰγυπτίοις. ἔχωρει δὲ μεδίμνους Ἀτ-τικούς ὐ. Ἀχαΐα. ἡ Πελοπόννησος. Ἀχαίνη. ἡ ἔλαφος. καὶ σκύτος ἀμφιδόρου στικτὸν ἀχάινεω. Ἀχερώις. ἡ λεύκη. Ἀχηνία. ἀπορία· πενία· πτωχεία. Ἀχθηδών. βῆρος. καὶ κλίνεται ἀχθηδόνος. Ἀχθεινή. λυπηρά. ἀχθεινὰν δ’ εἶδε βουκτησίαν. Ἀχλύς. σκότος, ὀμίχλη, ζόφος, ἡ ἄγαν ἀλύ-ουσα καὶ ἀποκρύπτουσα. παρὰ τὸ ἀλύω, τοῦ ἄ ἐπιτατικοῦ ὄντος. ἢ παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν. Ἀχνη. πᾶσα λεπτότης ὑγροῦ καὶ ξηροῦ. ἐπὶ μὲν ὑγροῦ — ἀποκτῦει δ’ ἄλὸς ἄχνην —. ἐπὶ δὲ ξηροῦ κρίνει ἐπειγομένων ἀνέμων καρπὸν τε καὶ ἄχνας. παρὰ τὸ ἔχω ἐχύνη καὶ μετὰ τοῦ στερητικοῦ ἄ ἐχύνη τις σύσα, ἢ μὴ δυναμένη ἐχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερὲς. ΑΧΝΤΣ Ἀχνύς. ἡ λύπη. Ἀχράς. εἶδος ἀπίου, ἡ μηδέποτε ἐν χρείᾳ οὖσα. Ἀχρίνη. βαδυτάτη. Ἀχρυλίς. ἡ Φρυγία. Ἀχυρμιαί. οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα ἀποτίθενται. οἷον αἱ ἄχυρμιαί τινες οὖσαι καὶ πλεονασμῷ τοῦ μ ἄχυρμιαί. Ἀχαΐα. ἡ Ἑλλάς. ὅθεν καὶ Ἀχαιοί. ἐπαρχία δέ τις ἐστὶν ἡ Ἀχαΐα, ὅφ’ [ἧν] ἦν ἡ Κόρινθος. (Οὐδέντερον.) Ἀχαρές. λυπηρόν, μὴ τερπνόν.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
