# Lexicon 317.13-318.24

Pseudo-Zonaras, Lexicon, 317.13 to 318.24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/317.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/317.13

Ἀχραντον. ἄμιαντον [ἄμόλυντον.] παρὰ τὸ κραίνω, κρανῶ, χραντός καὶ ἄχραντος ἢ ἄχέραντον, οὐ μηδέπω χειρ ἥψατο. ἢ τὸ μήπω ἐν χρείᾳ γεγονός. Ἀχρονον Φῶς. ὁ Χριστός. Ἀχρωμον. ἀναίδες. ἦν δὲ τὸ ἔργον αὐτοῦ ἄχρωμον. καὶ ἄχρώματος. ΑΧΑΙΝΕΙΝ Ἀχύνετον. πολὺχυτον. — ἐνθα πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἕτρεφεν ὕδωρ. Ἀχαρον. ἡ ἀλλοιωθεῖσα καλάμη. ἀέχαρον τὸ ὄν, οὐδὲν ἔχον. Ἀχώρητον. τὸ πάντα μὲν περιγράφον, ὑπ’ οὐ- δένος δὲ περιγραφόμενον. Ἀχρονον. τὸ ἀκτιστον· κτιστὰ γὰρ τὰ ἐν χρόνῳ. (Ἐπίρρημα.) Ἄχαρίστως.⁷¹ ἄνευ χάριτος. καὶ ἄχαρίστως τὸ αὐτό. Ἄχι.⁷² ἀντὶ τοῦ ῥαδίως. Ἄχρις. ἀντὶ τοῦ μέχρις, ἕως, κατὰ ἀποβολὴν τοῦ μ καὶ μετάθεσιν τοῦ εἰς α. καὶ ἄχρις ἀντὶ τοῦ καθόλου καὶ διόλου. Ὅμηρος:⁷³ ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λῆας ἀναιδὴς ἄχρις ἀπηλοίησεν —. Τὸ Α μετὰ τοῦ Ψ. (Ἄρσενικόν.) Ἄψάλακτος. ἄπαθὴς, ἄτιμώρητος. ψάλακτον γὰρ τὸ ἄθικτον. Ἄψήκτῳ κοθόρνῳ.⁷⁴ σκληρῷ, ἄμαλάκτῳ. Ἄψητος.⁷⁵ ἀνυπότακτος. Ἄψικοςος.⁷⁶ ὁ ταχέως εὐμετάβλητος, ἢ ὁ συντόμως πορευνύμενος. Ἄψυρτος. κύριον. καὶ Ἄψυρτοι, ἔθνος Σκυθικόν. (Θηλυκόν.) Ἄψεύδεια. ἡ ἀλήθεια. Ἄψις.⁷⁷ ἡ καμάρα, ὁ δεσμὸς καὶ τὰ τοῦ τροχοῦ ἐπικαμπὲς ξύλον. παρὰ τὸ ἅπτω, ἅψω, ἅψις, ἢ ἅπτομένη τῆς γῆς. Ἄψιμαχία.⁷⁸ σύναψις ἢ ἀρχὴ μάχης. Ἄψιμισία.⁷⁹ πρὸς ὀλίγον διαφορέ. Ἄψινθος. πόλις Θράκης. Ἄψινθὶς⁸⁰ δὲ ἡ χώρα. (Οὐδέτερον.) Ἄψαυστον. τὸ ἀπροσπέλαστον. ψαύω γὰρ τὸ προσεγγίζω. Ἄψαιρον.82 τὸ μὴ ψαῖρον. ἄψερον δὲ τὸ ὑστεροῦν, ψιλόν. Ἄψεῖον.83 τόπος. Ἄψεα.84 κυρίως ἡ συναφὴ τῶν μελῶν, καταχρηστικῶς δὲ καὶ τὰ μέλη. παρὰ τὸ ἅπτω, ἅψω, ἅψον καὶ ἅψεα, ἀπὸ τοῦ ἐφάπτεσθαι ἀλλήλοις. Ἄψήφιστον.85 τὸ μὴ ἰσῶσαι ἑαυτὸν τινὶ καὶ τὸ μὴ εἰπεῖν περὶ καλοῦ ἔργου ὅτι ἐγὼ τοῦτο ἐποίησα. ὁ κατέχων τὸ ἄψήφιστον ἐν πᾶσι τοῦ ἐπιτελεῖν πᾶσαν τὴν γραφήν. Ἄψίνθιον. εἶδος βοτάνης. τινὲς δὲ τῶν κομικῶν λέγουσιν αὐτὸ ἀσπίνθιον. ὁ οὖν ἂν τις πίῃ. ἢ ἅπτω, ἅψω, οὐ οὐδεὶς ἅπτεται.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
