# Lexicon 323.15-324.9

Pseudo-Zonaras, Lexicon, 323.15 to 324.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/323.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/323.15

σκοπεῖον· οὕτως οὖν καὶ τὸ βαλαγεῖον. πρόκει- ται τὰ μονογενῆ, διὰ τὸ ἔναντίον· πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ αἰκόλιον· ταῦτα γὰρ διὰ τοῦ Ἰ· ὑπὲρ τρεῖς συλλαβὰς, διὰ τὸ παιδίον, οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ πάντα τὰ τρισύλλαβα διὰ τοῦ Ἰ. ἰδοὺ γὰρ τὸ πτω- χεῖον καὶ τὸ πρωτεῖον καὶ τὸ πορνεῖον καὶ τὸ δευτερεῖον διὰ διφθόγγου γράφεται· ἀπὸ γὰρ τῶν διὰ τοῦ εὐω ἐστί. Βάμμα63 Κυζικηνόν. τὴν ἀπάθαρτον ἀσχημο- σύνην λέγει. Βαῖον. ὀλίγον, μικρόν. παρὰ τὸ βῶ, τὸ βαίνω. Βάπτισμα. ἄφεσις ἁμαρτιῶν δι’ ὕδατος καὶ πνεύ- ματος· ἢ ἑκούσιος συνταγὴ πρὸς τὸν Θεὸν δευτέρου64 βίου· ἢ ἀκάλυψις ψυχῆς ἐπὶ τὸ κρεῖττον· ἢ λύσις δεσμοῦ ἐκ Φιλανθρωπίας δε- δωρημένη· ἢ ἀνεκλόγιστος ἄφεσις ἁμαρτιῶν. Βάραθρον.65 ὄρυγμα· βάθος· χάσμα γῆς. Βάραθρα. κυρίως οἱ κοιλοὶ τόποι, δι’ ὧν οἱ πο- ταμοὶ καταπίνονται καὶ εἰσβαίνουσι. παρὰ τὸ βαίνω γίνεται βάτρον καὶ βάθρον [καὶ κατὰ πλεονασμὸν βάραθρον, καὶ ἰακῶς βέραθρον. ἢ κατὰ ἀντίφρασιν τὸ ἄβατον.] Βασσαρικά.66 πορνικά· βακχικά. Βάσιμα. πορεύσιμα, εὐεπίβαστα. Βασίλειον ἱεράτευμα.67 τοὺς ὀρθοδόξους ἱερεῖς λέγει. Βατά. βάσιμα, πορεύσιμα, εὐεπίβαστα. Βατραχέιον.68 εἶδος χρώματος. ἀπὸ τούτου καὶ βατραχὶς ἱμάτιον. Βακχέβαχον69 ᾄσω. εὐφημῶσι τὸν Διόνυσον. ΒΑΘΟΣ Βάθος. ὁ Ἀπόστολος, ὡς οἶμαι, τὴν γενέσιν ὀνομάζει· οὔτε ὑψώμα οὔτε βάθος. ὕψος δὲ τὴν βασιλείαν. καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον. Βαβάζω. ὀρχήσομαι. Βαγεύει. πλανητεύει. [Βαδῶ. περιπατήσω. ἐπὶ μέλλοντος.] [Βαδδομαι. ἀγαπῶ.] [Βαδίζου. ἀντὶ τοῦ βάδιζε.] Βάζω. τὸ λέγω. παρὰ τὸ βοῆν βοάζω, ὡς σχολὴ σχολάζω, καὶ συγκοπὴ βάζω. Βαδελαιγεί. ἀμέλει. Βαθακῆσαγ. ζῆσαγ. Βαθυκομῶσα. ἐν βάθει ἔχουσα τοὺς ἀστάχνας ἢ τὰς τρίχας. Βάσκ’ ἴθι. πορεύου· ἔρχου. Βακχεύοντες. μαινόμενοι, ἐξεστηκότες.

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
