# Lexicon 334.1

Pseudo-Zonaras, Lexicon, 334.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/334.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/334.1

41 Βόσπορος. οἱονεὶ βοὸς πόρος. ὀνόμαστον δὲ ἀπὸ τῆς Ἰοῦς τῆς θυγατρὸς Κάδμου. ταύτην γὰρ ἡ Ἥρα κατὰ ζῆλον οἴστρου ἐπεμψεν, ἥτις ἐλαυνομένη ὡσπερ κόρτις, παρῆλθε τὸν τόπον. Φύλαρχος δὲ Φησιν, ὅτι οἱ ἐντὸς τοῦ Εὐξεινοῦ Πόντου ἦσαν ἀπειροὶ τῆς γεωργίας· οἱ δὲ ἐκ τοῦ, ἐμπειροί· διὸ καὶ Βόσπορος ἐκεῖνο τὸ μέρος τοῦ πελάγους, ὅτι ἐσπεῖρετο. τινὲς δὲ τοὺς στενοὺς πορθμοὺς βοσπόρους εἴρησθαι [λέγουσιν. ἢ ὅτι τὸ πλεῖστον σχεδὸν πηγνύντες καὶ βόας ὑποζευγνύοντες εἰς τὸ πέραν διαπεραιοῦνται.] 42 Βόστρυχος. ὁ πλόκαμος. παρὰ τὸ βόστρυχον βόστρυχος, [ὁ βοτρυοειδής· μετὰ σχήματος γὰρ βοτρυοειδοὺς ἀπέρρηται.] Βερός. πολυφάγος. Βοτήρες. ποιμένες. Βούλιμος. ὁ ἐπιτεταμένος λιμός. 43 Βούβρωσις. ὁμοίως. εἴρηται δὲ, ὅτι βοὸς λυμαίνεταί, καὶ τοὺς βοῦς βρῶσιν ποιεῖ. 44 Βουφάγος. πολυφάγος. Βοῦφος. δρυεον. βοῦφος ἐπιφοιτά, 45 ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων εἴρηται. 46 Βουργαῶν. ὄρος ἐσπέριον, ἐνθα Βελισσάριος διαφόρους πολέμους διήνεγκε. 47 Βουκόλος. ὁ τῶν βοῶν νομεύς, βουκόνος τις ὤν. παρὰ τὸ κονεῖν περὶ τὰς βούς, ὅ ἐστιν ἐνεργεῖν καὶ διατρίβειν. ἢ βουσι κεκλόμενος, ὅ ἐστιν ἐγκλεόμενος. [ἢ παρὰ τὸ κέλλω, ὅ ἅμα τοῖς βουσι κέλλων. Δίδυμος παρὰ τὸ κομεῖν εἴρη-

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
