# Lexicon 338.9-54

Pseudo-Zonaras, Lexicon, 338.9 to 338.54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/338.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/338.9

καὶ ἐπὶ τῶν ἰχθύων τῶν τὰ βράγχια ἔχοντων. εἴρηται δὲ παρὰ τὸ βρέχω, βρέχος τις ὤν· ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. καὶ ἡ μὲν συνήθεια βρόγχον λέγει· οἱ δὲ ἀρχαῖοι βράγχον· ὅθεν καὶ βραγχιάς τὸ παθητικὸν εἴρηται. πεποίηται δὲ ἡ λέξις τοῦ βρόγχου ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῷ καταπίνειν. Βρόχθος. τὸ ὀλίγον πόμα,13 καὶ ἡ Φάρυξ,14 δι’ ἧς καταπίνομεν. εἴρηται παρὰ τὸ βρέχω, βέβροχα. Βρόχος. τὸ τῆς ἀγχόνης σχοινίον. Ὅμηρος15 ἀψαμένη βρόχου — κυρίως δὲ βρόχος τὸ εἰς τὰς ἀγκύρας καὶ εἰς τὰ ἀπόγεια σχοινίον, διὰ τὸ βρέχεσθαι. καὶ βρόχος ἡ ἀνάγκη παρὰ τῷ Ἀποστόλῳ16 οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω. Βροῦχος.17 ἡ κάμπη, ἢ ἡ νεογενὴς καὶ ἄπτερος ἀκρίς. βροῦχος δὲ παρὰ τὸ βρύκειν, ὃ σημαίνει τὸ ἐσθίειν. * Βρευμαχίαι.18 ἑλληνικὴ ἑορτὴ τοῦ Διονύσου.* Βρυγμός.19 ἡ σύντομος ἕδωδη, ἢ τρισμὸς ὀδόν- των, ἢ μυλῶν ἀκόνησις. παρὰ τὸ βρύκω τὸ ἐσθίω. [ὡς νύσσω νυγμός, οὕτω βρύκω βρυ- γμός.] 11. δυσωδία] Leg. δυσωδία. Βρωτός. ὁ βεβρωμένος. Βρῶμος.²⁰ τὸ Φυτόν. Βραβεύταις. τοὺς τῶν ἀγωνιζομένων κριτὰς κα- λοῦσιν· οὕτοι γὰρ τοῖς νικῶσι τῆς νίκης τὴν ψῆφὸν δρέγουσι. καταβραβεύειν δὲ ἐστὶ τὸ ἀδίκως βραβεύειν. ὁ Ἀπόστολος:²¹ μηδεὶς ὑμᾶς καταβραβεύετω. (Θηλυκόν.) Βραχυμυθίας. ἥτοι βραχυλογίας. Βρετανία. νῆσος περὶ τὸν ὠκεανόν. τινὲς δύο ττ γράφουσι. Βριαρά. βαρεῖα, ἰσχυρά. Βρούτιδες.²² γυναῖκες οὕτω καλούμεναι, Βροντή. ἡ ὑπὸ πνεύματος ἐν τοῖς νέφεσι γενομένη ἠχησις, ἥτις πρὸς τὴν τῶν νεφῶν πυκνότητα βία φερομένη ποιεῖ ἐν τῇ πληγῇ ψόφον· ἢ ὅταν πνεῦμα ξηρὸν καὶ βίαιον κοιλότησι νεφέλης ἐν- απολειφθὲν, καὶ ὑπὸ εὐτονίας τοῖς κοιλώμασι τῶν νεφῶν ἐνστρεφόμενον ζητῇ διέξοδον πρὸς τὰ ἄνω. ἀντέχουσαι μὲν οὖν ἐπὶ τῆς ἀρχῆς πι- λήσεως αἱ νεφέλαι, τὸν τραχὺν ἐπεῖρον ἐκ τῆς τοῦ πνεύματος παρατρίψεως ἀποτελοῦσιν ἦχον· ἐπειδὰν δὲ ὡςπερ πομφόλυγες περιταθεῖσαι τῷ πνεύματι ἐπιπλέον ἀντέχειν καὶ στέγειν ἀδύ-

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
