# Lexicon 343.25-344.12

Pseudo-Zonaras, Lexicon, 343.25 to 344.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/343.25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/343.25

παρθένος ἀδμῆς —. οἱ δὲ παρὰ τὸ γεννᾶν γάμος. Γαμήλιος. γαμικός. Γαμψός. ὁ πεκαμμένος. [κάμψω, καμψὸς καὶ γαμψός, τροπὴ τοῦ π εἰς φ· ὡς τὸ ξαμψε καὶ ξγαμψε, καμψάνυχες καὶ γαμψάνυχες, ὁ ἐστιν ἐπικαμπεῖς ὄνυχες.] Γαμβρός. παρὰ τὸ γάμος γαμηρὸς καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ β γαμβρός. Γάργητος. κύριον. Γάρος. ἄρσενικῶς λέγεται. ἐστὶ δὲ οὐδὲν ἄλλο ὁ γάρος ἢ σηπεδών. Γαργαλέων. ἢ λεγομένη σταφυλὴ ἢ τὸ ἄκρον τοῦ λάρυγγος. ἀπὸ τοῦ ἥχου τοῦ γινομένου ἐν τῇ ἑρμπεῖα αὐτῆς. Γάστεις. Γάστρις. ὁ περὶ γαστέρα ἀκρατής. [καλοῦσι δὲ καὶ τὸν ἐλμυθας ἔχοντα.] Γαστρίμαργος. τὴν γαστέρα μανιώδης μαργαίνω γὰρ τὸ μαίνομαι. Γαιζῆται. οἱ Γαλάται. [παρὰ τὸ τὴν γῆν ζητεῖν. ἐκπεσόντες γὰρ τῆς ἑαυτῶν χώρας, πολλὴν γῆν περιῆλθον ζητοῦντες ὅπου οἰκήσουσι.] [Γαιτοῦλοι. ἔθνος Λιβύης. Ἀρτεμίδωρος Γαιτουλλίους αὐτοὺς φησίν. ἡ χώρα Γαιτουλλία.] Γαιοδόται. οἱ ἀρχιτέκτονες ἢ οἰκονόμοι. παρὰ τὸ δεῖν, ὁ σημαίνει τὸ μερίζειν. οἱ τὴν γῆν διαμερίζοντες, ὅ ἐστι διαγράφοντες εἰς οἰκήματα. Γαῦρος. ἄλαζών, ἐπαιρόμενος. Γαισός. τὸ κοντάριον. Γαγγαμουλκοί. οἱ σαγγενεύοντες. Γαλερωπός. ὁ ἐπιτερπὲς βλέπων. Γαῦλος. ὁ εὐεξαπάτητος, ὁ ἐξ ἀλλοτρίων ζῶν. Γαυλὸς δὲ, ὀξυτόνως, τὸ ποιμενικὸν ἄγγειον, εἰς ὃ τὰ γάλα δέχονται. [παρὰ τὸ γῶ, τὸ χωρῶ, γίνεται γαλὸς καὶ γαυλὸς καὶ οὐ πάντως δὴ παρὰ τὸ γάλα λαμβάνειν. λέγεται δὲ καὶ τριήρης γαυλὸς διὰ τὸ πλεῖστα δέχεσθαι, ὡς Γαιοδέται τὰ σκάφτα δαφνέες εὔτε βάπτωνται. Φησιν Ἡρόδοτος 17 ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. ἔστι δὲ καὶ εἶδος κλολοῦ ληστρικοῦ, ἥτις καὶ λίβυρος καλεῖται. ἡ γύαλος τις ὤν· ταυτέστι κοῖλος. Ἡρόδοτος· γαυλοὺς τε 18 ἐνταῦθα καταδύσας. καὶ αὐτὶς· γαυλοὺς τε γαλαγόπηγας.19 ἡ γαῦλος, ὁ τοῦ Φρέατος ἀντλητήρ. ἡ σινηρὸν ἄγγειον ἐκ ξύλων κατασκευασμένον, ἣν Ἰταλοὶ μαγγάναν 20 ὀνομάζουσι.]

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
