# Lexicon 347.3-348.8

Pseudo-Zonaras, Lexicon, 347.3 to 348.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/347.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/347.3

Γάννυμα. χαίρω. Γανόων.51 χαίρων, λελαμπρυσμένος. Γαργαρίζει.52 ἀπὸ τοῦ στόματος ἐρεθίζει ἐμέσαι. Γαργαλίζει.53 κινεῖ, [ὑποσκίνει,] ὑποσημαίνει, προτρέπεται, [ἐρεθίζει. ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπήλθε γάργαλος.54] Γαρύω.55 τὸ φωνῶ. Γαστρίζεσθαι. λαμπροτέρως τρέφεσθαι καὶ ὡς ἂν τις εἴποι ὑπὲρ χρείαν γαστριμαργεῖν. Γαστρίζομαι. τύπτομαι. Ἀριστοφάνης56 γαστρίζομαι· εἰς τὴν γαστέρα. Γαυριά.57 ἐπαίρεται. παρὰ τὸ γαίω, τὸ γαυριῶ, γαῖρος καὶ τροπὴ τοῦ ἰ εἰς ὑ γαῦρος καὶ γαυριῶ. ΓΕΛΩΣ Τὸ Γ μετὰ τοῦ Ε. (Ἀρσενικόν.) Γέγειος.58 παρὰ τὸ γέα γέειος, ὡς βαθύνγειος, ξύγειος, εὐγειος, οὕτως οὖν τὸ γέγειος πλεονασμῷ τοῦ γ. Γελαστῆς. ὁ ἐπεγγελῶν.59 Γελαστός. γελῶ, γελῶ, γελῶ, γεγέλακα, γεγέλασμαι, γελαστός. ὅτε γὰρ ἔχει βραχὺ τὸ ἄ ὁ μέλλων, προσλαμβάνει τὸ σ ὁ παρακειμενος. καὶ ἐξ αὐτοῦ ἀγέλαστος. Γελοῖος.60 ὁ καταγελαστότατος, προπερισπωμένως. γέλοιος δὲ γελωτοποιός, προπαραξυτόνως. εἴρηται παρὰ τὸ γελῶ γελώιος, γελοῖος. [ὡς πατρώιος πατροῖος λέγεται καὶ τὸ ἥροῖος. ἐξ οὗ πάλιν γελοΐιον.] Γέλως. ὁ διὰ τῶν παρειῶν ἐμπίπτων ψόφος ἐν τῷ τοῦ αἰματος ἀναβρασμῷ. ἢ παρρησίας βράσμα. ἢ παλμὸς καρδίας, καὶ ἡ ἄκρατος καὶ ἄμιγης παντὸς σκυθρωποῦ ἑλαρότης, ὡς τὸ· μακάριοι οἱ κλαίοντες, ὅτι [αὐτοὶ γελήσονται.]61 γέλως δὲ εἴρηται παρὰ τὸ τὰ γυῖα καὶ τὰ μέλη λύειν· οἱ γὰρ γελῶντες ἐκνεχυμένην ἔχουσι τὴν ψυχήν. 59. ἐπεγγελῶν] A. ἐπαγγ. 61. γελήσονται] γελήσετε Luc. VI, 21. [ἡ παρὰ τὸ γένειον εἰλεῖν καὶ συστρέφειν· περὶ γὰρ τὸ γένειον μῦες τινὲς κινούμενοι ποιοῦσι τὸν γέλωτα. ἡ παρὰ τὸ τὴν ἕλην· ἀπὸ μεταφορᾶς τοῦ καταστήματος. τὸ γοῦν ἐναυτίον στυγνός.] Γελίμερις.62 κύριον. Γεννάδας.63 εὐγενέστατος ἢ γενναϊότατος. Γενάρχου.64 πατρός. Γενέτης.65 ὁ πατήρ. Γεοῦχος.66 ὁ τὴν γῆν ἔχων, [γεοῦχος] Ποσειδῶν. Γέργηθες.67 ὄνομα πόλεως. ἢ ἡ τύρβη καὶ οἱ [χειρώννκτες. γράφεται καὶ] χειρωνάκται. Γέρδως.68 ὁ ὑφάντωρ. καὶ παρ’ ἡμῖν ἡ γερδία. Γερήνιος.69 ὁ ἔντιμος. παρὰ τὸ γέρας. ἢ ὁ ἐν Γαρήνῃ τραφεὶς, ὡς τὸ

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
