# Lexicon 351.15-352.27

Pseudo-Zonaras, Lexicon, 351.15 to 352.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/351.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/351.15

Γεγωνῶ. τὸ φωνῶ. παρὰ τὸ γνῶω, καὶ ἐν ὑπερθέσει καὶ κατὰ ἀναδιπλασιασμὸν γεγωνῶ. [οἱ γὰρ ἐξακουόμενοι γνωστοί. τοῦ μέσου παρακειμένου ἡ μετοχὴ γεγωνώς. Δίδυμος δὲ φησί, γεγωνεῖν εἶναι τὸ εἰς πᾶσαν γωνίαν ἀφικνεῖσθαι τὴν φωνήν.] Γεγαυωμένη. λελαμπρυσμένη. Γεγεράψομαι. διηγήσομαι, δείξομαι. Γεγηροτεροφηκώς. ἐν γῆραι θρέψας. Γελασείω. ἐπιθυμητικῶς ἔχω τοῦ γελάειν. Γεμίζω. τὸ ἀντλῶ. Γέμω. τὸ πλήθω. καὶ γεμέωσιν, οἷον· γεμέχοι δὲ παστάδα. γέμασι καὶ πλεονασμῷ τοῦ ε γεμέωσι. Γείνατο. ΓΕΙΝΑΤΟ Γείνατο. 34 ἐγέννησε. γέω, τὸ τίκτω, ἐκ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ, ἡ γεννητική. τοῦτο τὸ γέω γίνεται κατὰ πλεονασμὸν τοῦ ν γένω, καὶ πλεονασμῷ τοῦ ι γείνω. ὁ μέλλων γενῶ. [ὡς κείρω κερῶ. ὁ ἀόριστος ἐγεινα, ὡς ἐμεινα ἢ ἐκειρα, ὁ μέσος ἐγεινάμην, τὸ δεύτερον ἐγείνω, τὸ τρίτον ἐγείνατο, καὶ κατὰ σύγκοπην γείνχτο.] Γέντο. ἔλαβεν. [ἔλω τὸ λαμβάνω· ὁ δεύτερος ἀόριστος ἐλόμην, ἔλου, ἔλστο, καὶ κατὰ σύγκοπην ἔλτο, καὶ τροπὴ τοῦ λ εἰς ν δωρικῶς ἐντο, ὡς ἠλθον, ἤνθε, καὶ πλεονασμῷ τοῦ γ γέντο· — ἑτέρῃφὶ δὲ γέντο πυράγρην. 35] Γεραίζειν. 36 τιμᾶν, ὑμνεῖν, δοξάζειν. Γειτνιῶ. τὸ γειτονιῶ. [ὡς ἀπὸ τοῦ εὐδαίμων εὐδαίμονος εὐδαιμονῶ, οὕτω καὶ ἀπὸ τοῦ γείτων γείτονος γειτονιῶ,] καὶ κατὰ σύγκοπην γειτνιῶ. ὥσπερ ἀπὸ τοῦ μειδῶ μειδιῶ. Γεφυρίζων. 37 χλευάζων, ἐξευτελίζων. γράφεται καὶ γεφυρῶ. Γέμεν. ἐγένοντο. Ἡσίοδος. 38 ὀγδοάτη δ' ἑνάτη τε δύο γέμεν ἡματα μηνός. Τὸ Γ μετὰ τοῦ Η. (Ἄρσενικόν.) Γηγενής. 39 ἐκ γῆς ἔχων τὴν γέννησιν, ἢ ὁ τὰ γήινα ἐργαζόμενος. Γηγενέτης. ὁ γηγενής. Γήλοφος. ὁ ὑψηλὸς τόπος. γειόλοφος δὲ διφθόγγως. Γηπόνος. ὁ γεωργός. παρὰ τὸ πονεῖν περὶ τὴν γῆν. Γήπαριδες.⁴⁰ οἱ Λογγίβαρδοι. οἷον οἱ Γετῶν παῖ- δες. Γηρυόνης.⁴¹ κύριον. Γηρυῶνος. κύριον. *Γηρινεῖος.⁴² βοῦς.* Γηώραι.⁴³ ἐπίμικτοι, τηρητοῖ τόπων. Γηών. ὄνομα ποταμοῦ. Γηραιός. ἀπὸ ἐτῶν μζ ἕως ἐτῶν. ξη. Γηώρας. ὁ ἀλλότριος. [τοῦ Ψελλοῦ.⁴⁴ γηώρας ὁ ἀλλότριος] καὶ γέρδης ὁ ὑφάντης. (Θηλυκόν.) Γῆ.⁴⁵ ἐν τῶν τεσσάρων στοιχείων ἐστί. ξηρόν τε ψυχρόν βαρύ καὶ ἀκίνητον, ὑπὸ τοῦ Θεοῦ ἐκ

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
