# Lexicon 369.5-370.1

Pseudo-Zonaras, Lexicon, 369.5 to 370.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pseudo-zonaras/lexicon/369.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pseudo-zonaras/lexicon/369.5

Δαίς.89 ἡ μάχη. [παρὰ τὸ δαίω, ὁ μέλλων δαίσω, ἀποβολὴ τοῦ ω δαίς, καὶ κατὰ διάλυσιν δαίς. ἐν δαὶ λυγρῇ. ἢ παρὰ τὸ δαίω τὸ κόπτω, κατὰ διάλυσιν δαίω, πλεονασμῷ τοῦ ζ δαίζω, ὁ μέλλων δαίσω, ἀποβολὴ τοῦ ω δαίς.] [Δαίαν ὁδόν.90 ἀγωνιστικὴν· ἐμπειρον. ἀπὸ τοῦ δαήναμ, ὅ ἐστι μαθεῖν.] Δάδα. λαμπάδα. Δακρυέεσσα. ἀπὸ τοῦ δάκρυον. Δάβα.91 πόλις. Δαίς. ἡ εὐωχία. Δαϊτὶς.92 τάκος ἐν Ἐφέσῳ. [εἴρηται ἀπὸ τοῦ Λυδοῦ τὸν κάπηλον αὐτόθι κατοικήσαντα παρέχειν τὰ πρὸς δαῖτα τοῖς ἐπιξενουμένοις. ἦν δὲ τὸ κύριον αὐτοῦ ὄνομα Ἐφεσος, ἀφ’ οὗ καὶ ἡ πόλις.] ΔΑΣΠΛΗΤΙΣ Δαβισσένη. ἡ πτισσάκη. ἀπὸ τοῦ σίτου ἐψημένου ἐψηθεῖσα. [εἴρηται δὲ παρὰ τὸ δαίσασθαι· τὴν γὰρ πρώτην τροφήν, πρὸ τῆς εὐρήσεως τῶν ἄρτων, οὕτως ἐποιοῦντο.] Δάμαρ. γυνή. δαμετή. παρὰ τὸν γάμον, γάμαρ καὶ δάμαρ. [λέγεται καὶ δάμαρις, ἐνθεν ἡ δάμαρτος γενική· εἰ μὴ ἂρα πλεονασμῷ τοῦ τ ἀπὸ τῆς εἰς ρ εὐθείας.] Δανάκη. ὄνομα νομίσματος, [ὃ ἔδωκαν τοῖς νεκροῖς πάλαι λόγῳ περάματος ἐν Ἀχερουσίᾳ, ἥτις ἐστὶ λίμνη ἅδου.] Δανάη. κύριον. κριθητι καὶ σύ. [οὐκ εἰ Δανάη ἢ Ἀκρισίου.] Δάπιδας. τὰ ἐπεύχια. λέγει δὲ ψιλὰς καὶ μὴ μαλλωτάς. Ἀριστοφάνης· οὐδ’ ἐν δάπισιν ἔσομαι καταδαρθεῖν, τάπησι δέ, ἥτα. Δαππαίνη. παρὰ τὸ δάπτω, ὃ σημαίνει τὸ μετὰ σπαραγμοῦ ἐσθίω. Δασεῖαι. ποιότης συλλαβῆς, ἐκ τοῦ θώρακος κεμ-πομένη. [ἢ παρὰ τὸ δα ἐπιτατικὸν μόριον καὶ τὸ εὐω ρήμα, ὃ σημαίνει τὸ ὁρμῶ. ἢ παρὰ τὸ μεγίστην καὶ σφοδρὰν εἶναι πρὸς σύγκρισιν τῆς ψιλῆς.] *Δαμασκός. ἐρμηνεύεται αἷμα σάκκου.* Δασπλήτις. ἡ ἀπροσπέλαστος. ἢ ἐπὶ κακῇ προσ-πελάζουσα. ἢ ἧτινι οὐκ ἂν τις προσπελάσῃ διὰ τὸν φόβον. [παρὰ τὸ δα ἐπιτατικόν. ἢ δυσπλή- ΔΑΣΚΙΟΣ τις παρὰ τὸ πλήσσειν τοὺς ἁμαρτωλοὺς. Θεό- κριτος² δὲ Ἐκάτην αὐτὴν λέγει.] Δάσκιος. πολύσμιος. παρὰ τὸ δα ἐπιτατικόν. δάσκιον εἰσελχόντες ἕλος.³

---

Pseudo-Zonaras, Lexicon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003107.
